Thesauros Edebiyat biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
1.9 οὐκοῦν πρώτη μὲν ἡ τῆς στρατείας ὑπόθεσις φιλόσοφον τὸν ἄνδρα συνίστησιν, οὐχ ἑαυτῷ τρυφὴν καὶ πολυτέλειαν ἀλλὰ πᾶσιν ἀνθρώποις ὁμόνοιαν καὶ εἰρήνην καὶ κοινωνίαν πρὸς ἀλλήλους παρασκευάσαι διανοηθέντα. δεύτερον δʼ αὐτοῦ καὶ τὰς φωνὰς ἴδωμεν, ἐπεὶ καὶ τὰ τῶν ἄλλων ἤθη βασιλέων καὶ δυναστῶν μάλιστα ταῖς φωναῖς αἱ ψυχαὶ προβάλλουσιν. Ἀντίγονος ὁ γέρων, σοφιστοῦ τινος αὐτῷ σύγγραμμα προσδόντος περὶ δικαιοσύνης, ἀβέλτερος εἶ εἶπεν ὃς ὁρῶν με τὰς ἀλλοτρίας πόλεις τύπτοντα λέγεις περὶ δικαιοσύνης. Διονύσιος δʼ ὁ τύραννος ἐκέλευε τοὺς μὲν παῖδας ἀστραγάλοις τοὺς δʼ ἄνδρας ὅρκοις ἐξαπατᾶν. τοῖς δὲ Σαρδαναπάλου μνημείοις ἐπιγέγραπται ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα. cf. Anthol. Pal. VII 325 τίς οὐκ ἂν εἴποι τῶν ἀποφθεγμάτων τούτων τῷ μὲν ἀποφαίνεσθαι φιληδονίαν, τῷ δʼ ἀθεότητα, τῷ δʼ ἀδικίαν καὶ πλεονεξίαν; τῶν δʼ Ἀλεξάνδρου φωνῶν ἂν ἀφέλῃς τὸ διάδημα καὶ τὸν Ἄμμωνα καὶ τὴν εὐγένειαν, Σωκράτους ἢ Πλάτωνος ἢ Πυθαγόρου σοι φανοῦνται. μὴ γὰρ ἃς οἱ ποιηταὶ ταῖς εἰκόσιν αὐτοῦ καὶ τοῖς ἀνδριᾶσι μεγαληγορίας ἐπεχάραττον, οὐ τῆς μετριότητος ἀλλὰ τῆς δυνάμεως τῆς Ἀλεξάνδρου στοχαζόμενοι, σκοπῶμεν· αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, Anthol. Pal. XVI 120 γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε. καὶ Ἀλέξανδρος ἐγὼ Διὸς μὲν υἱός lacunam add. W ταῦτα μὲν οὖν, ὡς ἔφην, οἱ ποιηταὶ κολακεύοντες αὐτοῦ τὴν τύχην προσεῖπον· τῶν δʼ ἀληθινῶν ἀποφθεγμάτων Ἀλεξάνδρου πρῶτον ἄν τις τὰ παιδικὰ διέλθοι· ποδωκέστατος γὰρ τῶν ἐφʼ ἡλικίας νέων γενόμενος καὶ τῶν ἑταίρων αὐτὸν ἐπʼ Ὀλύμπια παρορμώντων, ἠρώτησεν, εἰ βασιλεῖς ἀγωνίζονται· τῶν δʼ οὐ φαμένων, ἄδικον εἶπεν εἶναι τὴν ἅμιλλαν, ἐν ᾗ νικήσει μὲν ἰδιώτας νικηθήσεται δὲ βασιλεύς. τοῦ δὲ πατρὸς Φιλίππου λόγχῃ τὸν μηρὸν ἐν Τριβαλλοῖς διαπαρέντος, καὶ τὸν μὲν κίνδυνον διαφυγόντος ἀχθομένου δὲ τῇ χωλότητι, θάρρει πάτερ ἔφη καὶ πρόιθι φαιδρῶς, φαιδρῶς R: φανερῶς ἵνα τῆς ἀρετῆς κατὰ βῆμα μνημονεύῃς. ταῦτʼ οὐκ ἔστι διανοίας φιλοσόφου καὶ διὰ τὸν ἐπὶ τοῖς καλοῖς ἐνθουσιασμὸν ἤδη τῶν τοῦ σώματος ἐλαττωμάτων κατεξανισταμένης; πῶς γὰρ αὐτὸν οἴει οἴει X: ἐπὶ τοῖς ἰδίοις ἀγάλλεσθαι τραύμασι, καθʼ ἕκαστον μέρος ἔθνους μνημονεύοντα καὶ νίκης καὶ πόλεων ἁλισκομένων καὶ βασιλέων βασιλέων] add. ἑαυτοὺς R παραδιδόντων, οὐκ ἐγκαλυπτόμενον οὐδὲ κατακρύπτοντα τὰς οὐλάς, ἀλλʼ ὥσπερ εἰκόνας ἐγκεχαραγμένας ἀρετῆς καὶ ἀνδραγαθίας περιφέροντα;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi