7
τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς εὐφημεῖν χρὴ κἀξίστασθαι τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους, ὅστις ἄτολμος ἄτολμοςTurnebus:εὐτόλμως. πρὸς ἔργα τοιαῦτα καὶ γνώμῃν γνώμηνprobably the preferable reading in Aristophanes: γνώμῃ. μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς βακχεῖʼ ἐτελέσθη. Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμειγμένοις μεμειγμένοις] ᾑμαγμένοις Reiske. σκύλοις καὶ τροπαίοις βεβριθώς. κλῦθʼ κλῦθ᾽483 D: κλῦθι. Ἀλαλά, ἈλαλὰXylander from 483 D: ἄννα γὼ. Πολέμου θύγατερ, ἐγχέων προοίμιον, ᾇ θύεται ᾇ θύεταιHaupt from scholium on Aesch. Pers. 49: ἀμφύετε. ἄνδρες τὸν ἱρόθυτον ἱρόθυτονHaupt: ἱερόθυτον. θάνατον, ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς Νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδʼ ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας; ἀλλʼ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι ναοὶ χιλιοτάλαντοιBryan: νηχοτάλαντοι. Cf. Life of Pericles, chap. xii. καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται ἀναστέφονται] ἀναστρέφονταιmost MSS. καὶ λαφύροις· ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι, νεώσοικοιMeziriacus: νεῶν οἶκοι. προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δʼ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπʼ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδʼ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας. στρατιώτας] ΣπαρτιάταςWyttenbach τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ φυλῆς ἐλεύθερον, αἱ αἱMeziriacus: ἡor οἱ. δὲ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν· ἐκ δὲ τῶν Νείλεω Νείλεω(cf. 253 F and 603 B) Hatzidakis: Νειλέου. καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην ἀνισταμένην] συνισταμένηνMadvig. ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δʼ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθʼ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους· οὐδʼ ὅτε Καρκίνος Ἀερόπῃ εὐτύχει εὐτύχειF.C.B.; περιῆνEmperius; ἐνίκαH. Valesius; εὐημέρειPorson and Wyttenbach: συνῆν. ἢ Ἕκτορι Ἀστυδάμας, ἀλλʼ ἕκτῃ μὲν ἱσταμένου ἱσταμένου] ἱσταμένηmost MSS. Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει· ἕκτῃ δʼ ἐπὶ δέκα τοῦ ἐπὶ δέκα τοῦ [αὐτοῦ]added by Xylander from the Life of Phocion, chap. vi. μηνὸς οἰνοχοεῖται τῆς Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δʼ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τὴν δὲ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ θεὸς πανσέληνος. τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἀπὸ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθʼ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ᾖρεν ἦρενS.A. Naber: ἤγειρεν. εἰς δόξαν, ταῦτα εἰς μέγεθος· ἐπὶ ἐπὶEmperius: ἐν. τούτοις Πίνδαρος ἔρεισμα τῆς Ἑλλάδος προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν ὤρθουνReiske: ὤρθου. τοὺς Ἕλληνας, ἀλλʼ ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπʼ Ἀρτεμισίῳ παῖδες Ἀθαναίων ἈθαναίωνBoeckh: ἀθηναίων. ἐβάλοντο φαεννὰν φαεννὰνLife of Themistocles, chap. viii.: φαεινὴν. κρηπῖδʼ ἐλευθερίας· ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμαντίνοις ἀδαμαντίνωςE. Harrison, cf.Plato, Republic, 618 E (-οις ἅλοιςHartung; κίοσιSchroeder; στήλαιςvan Herwerden): ἀδαμάντινοι. στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.