Thesauros Edebiyat biography Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι Plutarch
8 ἐφʼ οἷς οὐ οὺadded by Stephanus. τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς ἔθαψεν, ὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ τούτους ἀπεθέωσε τοῖς ὅρκοις τοῖς ὅρκοιςMeziriacus: τοὺς ὅρκους. ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο. Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός, ὥς φασιν, ἤδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον πῶς διάγει, οὕτως, εἶπεν, ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον. οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος οὐδὲ στρατευόμενος οὐδʼ ἐρέττων, ἀλλʼ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθείς, μονονοὺ κολαπτῆρσι καὶ ξυστῆρσι τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων ἐγήρασε. πῶς οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ σύρρηγμα φαλάγγων φαλάγγωνAbresch: φάλαγγος. ὁ φοβούμενος φωνῆεν φωνήεντι συγκροῦσαι καὶ συλλαβῇ τὸ ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν; Μιλτιάδης μὲν γὰρ ἄρας ἄραςEmperius: αὐτὸς. ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν μάχην συνάψας ἧκεν εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς, καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος ἐφρόνει τοῦ Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν Τροίαν ἑλόντος· Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, οὐ στρατευσάμενος ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθείς, καίτοι μυρίους τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος· ἀλλʼ ἐν ᾧ Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε τὴν Λακεδαιμονίων μόραν, μόρανMeziriacus: μοῖραν. καὶ πᾶσαν ἐλευθερώσας πόλιν ὁ δῆμος ἰσόψηφον αὐτοῖς αὑτοῖςHelmbold: αὐτοῖς. τὴν Ἑλλάδα κατέστησεν, οἴκοι καθῆστο βιβλίον ἀναπλάττων τοῖς ὀνόμασιν, ὅσῳ χρόνῳ τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους. καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου μέσουWyttenbach: μέσον. τείχους, λόγοισι γὰρ αὐτὸ λόγοισι γὰρ αὐτὸ] πάλαι ηὰρ αὐτὸ λόγοισιLife of Pericles, chap. xviii.; cf.Kock, i. p. 100. αὐτὸReiske: αὐτὸν. προάγει Περικλέης, ἔργοισι δʼ οὐδὲ κινεῖ. σκόπει δὲ σοφιστικὴν μικροφροσύνην, τὸ ἔνατον μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν. ἀλλὰ δὴ μέγα δὴ ,έγαF.C.B.; νὴ Δία Madvig; μὰ τὸν ΔίαWyttenbach: δὴ μετὰ. τοὺς Δημοσθένους τοῦ ῥήτορος λόγους ἄξιόν ἐστι τοῖς τοῦ στρατηγοῦ ἔργοις τοῖς τοῦ στρατηγοῦ ἔργοιςWyttenbach: τοῖς στρατηγοῖς. παραβάλλειν; τὸν κατὰ Κόνωνος αἰκίας αἰκίαςXylander: ἀνοίας. τοῖς περὶ Πύλον τροπαίοις ἐκείνου ἐκείνουLeonicus: ἔχειν.; τὸν τὸνadded by Papabasileios/ πρὸς Ἀρεθούσιον ἈρεθούσιονCobet: ἀμαθούσιον. περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπʼ ἐκείνου Σπαρτιάταις; ἢ ἡλικίᾳ ἧ ἡλικίᾳF.C.B.: ἢ ὅτι (ἢ ὃτι ὃτε τοὺς ἐπιτροπικοὺς ἒγραψε, τὴν ἡλικίαν ταύτην Bernardakis: alii alia). τοὺς ἐπιτροπικοὺς ἐπιτροπικοὺςBernardakis: ἐποίκους. ἔγραψε, ταύτην Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε. καὶ μὴν οἵ γε γεvan Herwerden: τε. δημόσιοι λόγοι τοῦτʼ ἔχουσι θαυμαστόν, ὅτι τοῖς Φιλιππικοῖς ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου πρᾶξιν ἐπαινεῖ.
← Önceki 12 / 12

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi