Thesauros Edebiyat biography Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι Plutarch
4 καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ τῷ τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη ἴσκε ἴσκε Homerus τ 203: ἴσχε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν ἐγγὺς οὖν Μένανδρε τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας; τὸν δʼ ἀποκρίνασθαι νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι ὅτι ante ὅτι lacunam significavit R καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα μὴ μὴ *: καὶ μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε· γλώσσας γλώσσας M: γλῶσσαι vel γλῶσσα δὲ καὶ καταχρήσεις καὶ μεταφράσεις καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν ὑποτίθεται. σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, Bergk. 1 p. 379 ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὸ πάνυ πάνυ] πάντολμον Lucianus (Demosth. Encom. c. 19) σθένος Ἡρακλέους ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν. ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν idem: ἡττᾶν δειξαμένου δὲ τῇ Κορίννῃ, γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ, ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί, καὶ Πλάτων Πλάτων] Phaedon. p. 61 b εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος, ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi