Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
12 λέγεται δʼ ὁ μῦθος οὗτος οὕτως Baxterus ἐν βραχυτάτοις ὡς ἔνεστι μάλιστα, τῶν ἀχρήστων σφόδρα καὶ περιττῶν ἀφαιρεθέντων. τῆς Ῥέας φασὶ κρύφα τῷ Κρόνῳ συγγενομένης, αἰσθόμενον ἐπαράσασθαι τὸν Ἥλιον αὐτῇ μήτε μηνὶ μήτʼ ἐνιαυτῷ τεκεῖν ἐρῶντα δὲ τὸν Ἑρμῆν τῆς θεοῦ συνελθεῖν, εἶτα παίξαντα πέττια πρὸς τὴν Σελήνην καὶ ἀφελόντα τῶν φώτων ἑκάστου τὸ ἑβδομηκοστόν, ἑβδομηκοστόν] add. δεύτερον Scaligerus ἐκ πάντων ἡμέρας πέντε συνελεῖν συνελεῖν X: συνελθεῖν καὶ ταῖς ἑξήκοντα καὶ τριακοσίαις ἐπαγαγεῖν, ἐπαγαγεῖν R: ἐπάγειν ἃς νῦν ἐπαγομένας Αἰγύπτιοι καλοῦσι καὶ τῶν θεῶν γενεθλίους ἄγουσι. τῇ μὲν πρώτῃ τὸν Ὄσιριν γενέσθαι, καὶ φωνὴν αὐτῷ τεχθέντι συνεκπεσεῖν, ὡς ὁ πάντων ὁ πάντων R: ἁπάντων κύριος εἰς φῶς πρόεισιν. ἔνιοι δὲ Παμύλην τινὰ λέγουσιν ἐν Θήβαις ὑδρευόμενον ὑδρευόμενον Baxterus: ὑδρευομένην ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς φωνὴν ἀκοῦσαι διακελευομένην ἀνειπεῖν μετὰ βοῆς, ὅτι μέγας βασιλεὺς εὐεργέτης Ὄσιρις γέγονε· καὶ διὰ τοῦτο θρέψαι τὸν Ὄσιριν, ἐγχειρίσαντος ἐγχειρίσαντος Salmasius: ἐγχειρήσαντος αὐτῷ τοῦ Κρόνου, καὶ τὴν τῶν Παμυλίων Παμύλην - Παμυλίων] Παμμύλην - Παμμυλίων L. Dindorfius ἑορτὴν αὐτῷ τελεῖσθαι, Φαλληφορίοις ἐοικυῖαν. τῇ δὲ δευτέρᾳ τὸν Ἀρούηριν, ὃν Ἀπόλλωνα, ὃν καὶ ὅν καὶ] ὄντα καί? cf. p. 483, 9 πρεσβύτερον Ὧρον ἔνιοι καλοῦσι· τῇ τρίτῃ δὲ Τυφῶνα μὴ καιρῷ μηδὲ κατὰ χώραν, ἀλλʼ ἀναρρήξαντα πληγῇ διὰ τῆς πλευρᾶς ἐξαλέσθαι· ἐξαλέσθαι R: ἐξάλλεσθαι τετάρτῃ δὲ τὴν Ἶσιν ἐν πανύγροις πανύγροις] πανηγύρεσι Bunsenius γενέσθαι· τῇ δὲ πέμπτῃ Νέφθυν, ἣν καὶ Τελευτὴν καὶ Ἀφροδίτην, ἔνιοι δὲ καὶ Νίκην ὀνομάζουσιν. εἶναι δὲ τὸν μὲν Ὄσιριν ἐξ Ἡλίου καὶ τὸν Ἀρούηριν, ἐκ δὲ Ἑρμοῦ τὴν Ἶσιν, ἐκ δὲ τοῦ Κρόνου τὸν Τυφῶνα καὶ τὴν Νέφθυν, διὸ καὶ τὴν τρίτην τρίτην] add. καὶ τὴν πέμπτην R τῶν ἐπαγομένων ἀποφράδα νομίζοντες οἱ βασιλεῖς οὐκ ἐχρημάτιζον οὐδʼ ἐθεράπευον αὑτοὺς μέχρι νυκτός. γήμασθαι γήμασθαι X: τιμᾶσθαι δὲ τῷ Τυφῶνι τὴν Νέφθυν. Ἶσιν δὲ καὶ Ὄσιριν ἐρῶντας ἀλλήλων καὶ πρὶν ἢ γενέσθαι κατὰ γαστρὸς ὑπὸ σκότῳ συνεῖναι. ἔνιοι δέ φασι καὶ τὸν Ἀούηριν οὕτω γεγονέναι καὶ καλεῖσθαι πρεσβύτερον Ὧρον ὑπʼ Αἰγυπτίων, Ἀπόλλωνα δʼ ὑφʼ Ἑλλήνων. ἔνιοι δέ φασι - Ἑλλήνων] glossam esse putat W

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi