13
βασιλεύοντα δʼ Ὄσιριν Αἰγυπτίους μὲν εὐθὺς ἀπόρου βίου καὶ θηριώδους ἀπαλλάξαι, καρπούς τε δείξαντα καὶ νόμους θέμενον αὐτοῖς καὶ θεοὺς διδάξαντα διδάξαντα Marklandus: δείξαντα τιμᾶν· ὕστερον δὲ γῆν πᾶσαν ἡμερούμενον ἐπελθεῖν, ἐλάχιστα μὲν ὅπλων δεηθέντα, πειθοῖ δὲ τοὺς πλείστους καὶ λόγῳ μετʼ ᾠδῆς καὶ πάσης μουσικῆς θελγομένους προσαγόμενον· ὅθεν Ἕλλησι δόξαι Διονύσῳ τὸν αὐτὸν εἶναι. Τυφῶνα δʼ ἀπόντος μὲν οὐδὲν νεωτερίζειν, διὰ τὸ τὴν Ἶσιν εὖ μάλα φυλάττεσθαι καὶ προσέχειν ἐγκρατῶς ἔχουσαν, ἔχουσαν] ἄρχουσαν idem. cf. Diod. I 17 ἐπανελθόντι δὲ δόλον μηχανᾶσθαι, συνωμότας ἄνδρας ἑβδομήκοντα καὶ δύο πεποιημένον καὶ συνεργὸν ἔχοντα βασίλισσαν ἐξ Αἰθιοπίας παροῦσαν, ἣν ὀνομάζουσιν Ἀσώ· τοῦ δʼ Ὀσίριδος ἐκμετρησάμενον λάθρα τὸ σῶμα καὶ κατασκευάσαντα πρὸς τὸ μέγεθος λάρνακα καλὴν καὶ κεκοσμημένην περιττῶς εἰσενεγκεῖν εἰς τὸ συμπόσιον. ἡσθέντων δὲ τῇ ὄψει καὶ θαυμασάντων, ὑποσχέσθαι τὸν Τυφῶνα μετὰ παιδιᾶς, ὃς ἂν ἐγκατακλιθεὶς ἐγκατακλιθεὶς Marklandus: ἐγκατακελισθεὶς ἐξισωθῇ, ἐξισωθῇ *: ἐξισωθείη διδόναι δῶρον αὐτῷ τὴν λάρνακα. πειρωμένων δὲ πάντων καθʼ ἕκαστον, ὡς οὐδεὶς ἐνήρμοττεν, ἐμβάντα τὸν Ὄσιριν κατακλιθῆναι. τοὺς δὲ συνόντας συνόντας] συνωμότας M ἐπιδραμόντας ἐπιρράξαι ἐπιρράξαι W: ἐπιρρῆξαι τὸ πῶμα καί, τῶν μὲν γόμφοις καταλαβόντων τῶ μὲν - καταλαβόντων Salmasius: τὰ μὲν - καταλαβόντας ἔξωθεν, τῶν δὲ θερμοῦ μολίβδου καταχεαμένων, ἐπὶ τὸν ποταμὸν ἐξενεγκεῖν καὶ μεθεῖναι διὰ τοῦ Τανιτικοῦ Τανιτικοῦ X: ταναϊτικοῦ στόματος εἰς τὴν θάλασσαν, ὃ διὰ τοῦτο μισητὸν ἔτι νῦν καὶ κατάπτυστον ὀνομάζειν Αἰγυπτίους. ταῦτα δὲ πραχθῆναι λέγουσιν ἑβδόμῃ ἐπὶ δέκα μηνὸς Ἀθύρ, ἐν ᾧ τὸν σκορπίον ὁ ἥλιος διέξεισιν, ὄγδοον ἔτος καὶ εἰκοστὸν ἐκεῖνο ἐκεῖνο X: ἐκείνου βασιλεύοντος Ὀσίριδος. ἔνιοι δὲ βεβιωκέναι φασὶν αὐτόν, οὐ βεβασιλευκέναι χρόνον τοσοῦτον.