21
Εὔδοξος δέ, πολλῶν τάφων ἐν Αἰγύπτῳ λεγομένων, ἐν Βουσίριδι τὸ σῶμα κεῖσθαι· καὶ γὰρ πατρίδα ταύτην γεγονέναι τοῦ Ὀσίριδος οὐκέτι μέντοι λόγου δεῖσθαι τὴν Ταφόσιριν· αὐτὸ γὰρ φράζειν τοὔνομα ταφὴν Ὀσίριδος. αἰνῶ αἰνῶ] ἐῶ W δὲ τομὴν ξύλου καὶ σχίσιν λίνου καὶ χοὰς χεομένας διὰ τὸ πολλὰ τῶν μυστικῶν ἀναμεμῖχθαι τούτοις. οὐ μόνον δὲ τούτων τούτων] τούτου Baxterus οἱ ἱερεῖς λέγουσιν, ἀλλὰ καὶ τῶν ἄλλων θεῶν, ὅσοι μὴ ἀγέννητοι ἀγένητοι? μηδʼ ἄφθαρτοι, τὰ μὲν σώματα παρʼ αὐτοῖς κεῖσθαι καμόντα καὶ θεραπεύεσθαι, τὰς δὲ ψυχὰς ἐν οὐρανῷ λάμπειν ἄστρα, καὶ καλεῖσθαι κύνα μὲν τὴν Ἴσιδος ὑφʼ Ἑλλήνων, ὑπʼ Αἰγυπτίων δὲ Σῶθιν Ὠρίωνα δὲ τὴν Ὥρου, τὴν Ὡρου X: τὸν ὥρον τὴν δὲ Τυφῶνος ἄρκτον, εἰς δὲ τὰς ταφὰς ταφὰς Salmasius: γραφὰς τῶν τιμωμένων ζῴων τοὺς μὲν ἄλλους συντεταγμένα τελεῖν, μόνους δὲ μὴ διδόναι τοὺς Θηβαΐδα κατοικοῦντας, ὡς θνητὸν θεὸν οὐδένα νομίζοντας, ἀλλʼ ὃν ἀλλ’ ἢ ὃν? καλοῦσιν αὐτοὶ Κνήφ, ἀγέννητον ἀγένητον? ὄντα καὶ ἀθάνατον.
22
πολλῶν δὲ τοιούτων λεγομένων καὶ δεικνυμένων, οἱ μὲν οἰόμενοι βασιλέων ταῦτα καὶ τυράννων, διʼ ἀρετὴν ὑπερφέρουσαν ἢ δύναμιν ἀξίωμα τῇ δόξῃ τῇ δόξῃ] ἢ δόξαν Duebnerus θεότητος ἐπιγραψαμένων εἶτα χρησαμένων τύχαις, ἔργα καὶ πάθη δεινὰ καὶ μεγάλα διαμνημονεύεσθαι, ῥᾴστῃ μὲν ἀποδράσει τοῦ λόγου χρῶνται καὶ τὸ δύσφημον οὐ φαύλως ἀπὸ τῶν θεῶν ἐπʼ ἀνθρώπους μεταφέρουσι, καὶ ταύτας ἔχουσιν ἀπὸ τῶν ἱστορουμένων βοηθείας. ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χρόᾳ πυρρόν, λευκὸν δὲ τὸν Ὧρον καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους. ἔτι δὲ καὶ στρατηγὸν ὀνομάζουσιν Ὄσιριν, καὶ κυβερνήτην Κάνωβον, οὗ φασιν ἐπώνυμον γεγονέναι τὸν ἀστέρα· καὶ τὸ πλοῖον, ὃ καλοῦσιν Ἕλληνες Ἀργώ, τῆς Ὀσίριδος νεὼς εἴδωλον ἐπὶ τιμῇ κατηστερισμένον, οὐ μακρὰν φέρεσθαι τοῦ Ὠρίωνος καὶ τοῦ Κυνός, ὧν τὸ μὲν Ὥρου τὸ τὸ - τὸ] τὸν - τὸν R δʼ Ἴσιδος ἱερὸν Αἰγύπτιοι νομίζουσιν.