Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
24 καίτοι μεγάλαι μὲν ὑμνοῦνται πράξεις ἐν Ἀσσυρίοις Σεμιράμιος, μεγάλαι δʼ αἱ Σεσώστριος ἐν Αἰγύπτῳ· Φρύγες δὲ μέχρι νῦν τὰ λαμπρὰ καὶ θαυμαστὰ τῶν ἔργων Μανικὰ καλοῦσι διὰ τὸ Μάνην Μάνην Salmasius: μάνιν τινὰ τῶν πάλαι βασιλέων ἀγαθὸν ἄνδρα καὶ δυνατὸν γενέσθαι παρʼ αὐτοῖς, ὃν ἔνιοι Μάσδην καλοῦσι· Κῦρος δὲ Πέρσας Μακεδόνας δʼ Ἀλέξανδρος ὀλίγου δεῖν ἐπὶ πέρας τῆς γῆς κρατοῦντας προήγαγον· ἀλλʼ ὄνομα καὶ μνήμην βασιλέων ἀγαθῶν ἔχουσιν. εἰ δέ τινες ἐξαρθέντες ἐξαρθέντες X: ἐξαρθέντες X: ἐξαιρεθέντες ὑπὸ μεγαλαυχίας ὥς φησιν ὁ Πλάτων Πλάτων] Legg. p. 716 a ἅμα νεότητι καὶ ἀνοίᾳ ἀνοίᾳ Plato: ἀγνοίᾳ φλεγόμενοι τὴν ψυχὴν μεθʼ ὕβρεως ἐδέξαντο θεῶν ἐπωνυμίας καὶ ναῶν ἱδρύσεις, βραχὺν ἤνθησεν ἡ δόξα χρόνον, εἶτα κενότητα καὶ ἀλαζονείαν μετʼ ἀσεβείας καὶ παρανομίας προσοφλόντες. ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,Mullach. 1 p. 2 καὶ νῦν ὥσπερ ἀγώγιμοι δραπέται τῶν ἱερῶν καὶ τῶν βωμῶν ἀποσπασθέντες οὐδὲν ἀλλʼ ἢ τὰ μνήματα καὶ τοὺς τάφους ἔχουσιν. ὅθεν Ἀντίγονος ὁ γέρων, Ἑρμοδότου τινὸς ἐν ποιήμασιν αὐτὸν Ἡλίου ἡλίου] Bergk. 3 p. 637 παῖδα καὶ θεὸν ἀναγορεύοντος, οὐ τοιαῦτά μοι εἶπεν ὁ λασανοφόρος σύνοιδεν εὖ δὲ καὶ Λύσιππος ὁ πλάστης Ἀπελλῆν ἐμέμψατο τὸν ζωγράφον, ὅτι τὴν Ἀλεξάνδρου γράφων εἰκόνα κεραυνὸν ἐνεχείρισεν αὐτὸς δὲ λόγχην, ἧς τὴν δόξαν οὐδὲ εἷς ἀφαιρήσεται χρόνος ἀληθινὴν καὶ ἰδίαν οὖσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi