Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
26 ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς διαφόρως θεοειδέας ἑκάστοτε καλοῦντος καλοῦντος R καὶ ἀντιθέους καί θεῶν ἄπο μήδεʼ ἔχοντας· τῷ δʼ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου κοινῶς ἐπί τε χρηστῶν καὶ φαύλων, δαιμόνιε σχεδὸν ἐλθέ· τίη δειδίσσεαι οὕτως Hom. N 810 Ἀργείους; καὶ πάλιν ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος· id. E 438 καὶ δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες id. Δ 31 τόσσα κακὰ ῥέζουσιν, ὅ,τʼ ἀσπερχὲς μενεαίνεις Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον; ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ προαίρεσιν. ὅθεν ὁ μὲν Πλάτων Πλάτων] Legg. p. 717a Ὀλυμπίοις θεοῖς τὰ δεξιὰ καὶ περιττὰ τὰ δʼ ἀντίφωνα τούτων δαίμοσιν ἀποδίδωσιν. ὁ δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς τινας ἢ κοπετοὺς ἢ νηστείας ἢ δυσφημίας ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαιμόνων οἴεται προσήκειν χρηστῶν, ἀλλʼ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις, καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται· τοὺς δὲ χρηστοὺς πάλιν καὶ ἀγαθοὺς ὅ θʼ Ἡσίοδος Ησίοδος] OD 126 ἁγνοὺς δαίμονας καὶ φύλακας ἀνθρώπων προσαγορεύει, πλουτοδότας καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας. ὅ τε Πλάτων Πλάτων] Symp. p. 202 e ἑρμηνευτικὸν τὸ τοιοῦτον ὀνομάζει γένος καὶ διακονικὸν ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων, εὐχὰς μὲν ἐκεῖ καὶ δεήσεις ἀνθρώπων ἀναπέμποντας, ἐκεῖθεν δὲ μαντεῖα δεῦρο καὶ δόσεις ἀγαθῶν φέροντας, Ἐμπεδοκλῆς Ἐμπεδοκλῆς] Mullach 1 p. 2 δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἂν add. Duebnerus ex Eusebio ἐξαμάρτωσι καὶ πλημμελήσωσιν, αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δʼ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δʼ ἐς αὐγὰς αὐγὰς X: αὖθις ἠελίου ἀκάμαντος, ὁ δʼ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δʼ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες· ἄχρι οὗ κολασθέντες οὕτω καὶ καθαρθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi