40
τῆς δʼ Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δʼ ὁ Τυφών. οὐ γὰρ εἴασεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλʼ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν· κρᾶσιν X: κρίσιν οὐ γὰρ ἦν κόσμον κόσμον] to\n ko/smon εἶναι τέλειον, ἐκλιπόντος ἐκλιπόντος idem: ἐκλείποντος καὶ ἀφανισθέντος τοῦ πυρώδους. εἰ δὲ ταῦτα μὴ μὴ] δὴ W λέγεται παρὰ τὸ εἰκός , παρὰ τὸ εἰκός *: παρ’ αὐτοῖς εἰκότως εἰκότως] ἀπεικότως Bentleius οὐδʼ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν ἔχειν] ἐκεῖ Marklandus. Sex c. Plat. de Legg. p. 699 b. Herod. I 125 πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης ἕωλον ἐνταυθοῖ συνερρυηκός. συνερρυηκός Bentleius: συνερρυηκότος ὁ δʼ Ὧρος χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε τουτέστιν εὐκαιρίας ὄμβρων ὄμβρων R: ὀμβρίων γενομένης, ὁ Νεῖλος ἐξεώσας ἐξεώσας] ἐξώσας W τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς προσχώσεσιν. ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν· ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι προάγοντι *: προαγαγόντι τὴν γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς προσχώσεις, ἀπορρέουσαν· τὴν δὲ Φάρον, ἣν Ὅμηρος Ὁμηρος] δ 355 ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί· καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα Δήμητρα *: δήμετραν δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.