Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
4 ἐπεὶ τούς γε πολλοὺς καὶ τὸ κοινότατον τοῦτο καὶ σμικρότατον λέληθεν, ἐφʼ ὅτῳ τὰς τρίχας οἱ ἱερεῖς ἀποτίθενται καὶ λινᾶς ἐσθῆτας φοροῦσιν· οἱ μὲν γὰρ γὰρ M οὐδʼ ὅλως φροντίζουσιν εἰδέναι περὶ περὶ] τι περὶ Squirius τούτων, οἱ δὲ τῶν μὲν ἐρίων ὥσπερ τῶν κρεῶν, σεβομένους τὸ πρόβατον, ἀπέχεσθαι λέγουσι, ξυρεῖσθαι ξυρεῖσθαι *: ξύρεσθαι δὲ τὰς κεφαλὰς διὰ τὸ πένθος, φορεῖν δὲ τὰ λινᾶ διὰ τὴν χρόαν, ἣν τὸ λίνον ἀνθοῦν ἀνίησι τῇ περιεχούσῃ τὸν κόσμον αἰθερίῳ χαροπότητι προσεοικυῖαν. ἡ δʼ ἀληθὴς αἰτία μία πάντων ἐστί· καθαροῦ γάρ, ᾗ φησιν ὁ Πλάτων, Πλάτων] Phaedon. p. 67 b οὐ θεμιτὸν ἅπτεσθαι μὴ καθαρῷ· περίσσωμα δὲ τροφῆς καὶ σκύβαλον οὐδὲν ἁγνὸν οὐδὲ καθαρόν ἐστιν· ἐκ δὲ περιττωμάτων ἔρια καὶ λάχναι καὶ τρίχες καὶ ὄνυχες ἀναφύονται καὶ βλαστάνουσι. γελοῖον οὖν ἦν τὰς μὲν αὑτῶν αὑτῶν *: αὐτῶν τρίχας ἐν ταῖς ἁγνείαις ἀποτίθεσθαι ξυρουμένους ξυρουμένους *: ξυρωμένους καὶ λειαινομένους πᾶν ὁμαλῶς τὸ σῶμα, τὰς δὲ τῶν θρεμμάτων ἀμπέχεσθαι καὶ φορεῖν· καὶ γὰρ τὸν Ἡσίοδον Ἡσίοδον] OD 741 οἴεσθαι δεῖ λέγοντα μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ διδάσκειν ὅτι δεῖ καθαροὺς τῶν τοιούτων γενομένους ἑορτάζειν, οὐκ ἐν αὐταῖς ταῖς ἱερουργίαις χρῆσθαι καθάρσει καὶ ἀφαιρέσει τῶν περιττωμάτων. τὸ δὲ λίνον φύεται μὲν ἐξ ἀθανάτου τῆς γῆς καὶ καρπὸν ἐδώδιμον ἀναδίδωσι, λιτὴν δὲ παρέχει καὶ καθαρὰν ἐσθῆτα καὶ τῷ σκέποντι μὴ βαρύνουσαν, εὐάρμοστον δὲ πρὸς πᾶσαν ὥραν, ἥκιστα δὲ φθειροποιόν, ὡς λέγουσι· περὶ ὧν ἕτερος λόγος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi