Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
43 οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. ἡ μὲν γὰρ μεγίστη περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίγνεται καὶ εἴκοσι πήχεων, ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων περιόδων ἑκάστης ἔστιν· ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων ἓξ ἓξ] ἑπτὰ Squirius πρὸς τὴν διχότομον· ἡ δὲ μέση περὶ Μέμφιν, ὅταν ᾖ δικαία, δεκατεσσάρων πήχεων πήχεων *: πηχῶν πρὸς τὴν πανσέληνον. τὸν δʼ Ἆπιν Ἀπιν] add. φασιν Baxterus εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίγνεσθαι γίγνεσθαι *: γενέσθαι δέ, ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται βοὸς ὀργώσης. διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε πολλὰ τοῦ Ἄπιδος, περιμελαινομένου τὰ λαμπρὰ τοῖς σκιεροῖς. ἔτι δὲ ἔτι δὲ Baxterus: ὅτι τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς ἑορτὴν ἄγουσιν, ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομάζοντες, ἔαρος ἀρχὴν οὖσαν. οὕτω τὴν Ὀσίριδος δύναμιν ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν συνεῖναι λέγουσι. διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται, πληρουμένην ὑφʼ ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα προϊεμένην γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν τυφώνειον, πολλάκις δὲ κρατουμένην ὑπὸ τῆς γενέσεως καὶ συνδεομένην αὖθις ἀναλύεσθαι ἀναλύεσθαι W: ἀναδύεσθαι καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. ἔστι δʼ οὗτος ὁ περίγειος κόσμος οὔτε φθορᾶς ἀπαλλαττόμενος παντάπασιν οὔτε γενέσεως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi