49
μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ καὶ - ἀεὶ W: ἀεὶ - καὶ δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν· ἐν δὲ γῇ καὶ πνεύματι καὶ ὕδατι καὶ οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον, ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον ἐπίκηρον X: ἐπίκλητον καὶ νοσῶδες καὶ ταρακτικὸν ἀωρίαις ἀωρίαις Baxterus: ἀθρίαις καὶ δυσκρασίαις, καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς ἀφανισμοὶ] ἀφηνιασμοι Marklandus. Malim ἐμφανισμοὶ σελήνης, οἷον ἐκδρομαὶ καὶ ἀφανισμοὶ Τυφῶνος· καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ ᾧ X: αὖ τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν γὰρ μὲν γὰρ Marklandus: μὲν τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν τὴν idem: τὸ πολλάκις ἀναστροφὴν καὶ πάλιν ὑπερπήδησιν. Βέβωνα Βέβωνα *: βεβῶνα δὲ τινὲς μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς Μανεθὼς Marklandus: μάνεθος δʼ αὐτὸν τὸν δ’ αὐτὸν τὸν idem: αὖ τὸν Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως