55
ὁ δʼ Ὧρος οὗτος οὑτος] ὁ υἱὸς? αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν· καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν ὁ λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλʼ ἀνεπήρωσε ἀνεπήρωσε Baxterus: ἀνεπλήρωσε δύναμιν. ὅθεν ἐκεῖ ἐκεῖ Madvigius: ἐκείνη μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ δὲ idem φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι, μέρεσι Squirius: μέλεσι σεισμῶν μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δʼ ἐν δὲ ἐν X: καὶ ἐν ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός ἐστι. φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα συνχέουσα Baxterus: συνέχουσα καὶ μελαίνουσα πολλάκις τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δʼ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν ὁ ἥλιος ἰᾶται διαφυγούσῃ διαφυγούσῃ Bentleius: διαφυγούσης τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων.