Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
59 ὅπου δʼ ὁ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψανʼ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν, ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, ὥσπερ ἀναφαίνει πάλιν τὰ γιγνόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δὲ δὲ] δ’ ἐν? τοῖς παθητικοῖς διεσπαρμένα, ἐνδιεσπαρμένα W γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα διαλυόμενα Baxterus: διαλεγόμενα καὶ φθειρόμενα καὶ θαπτόμενα, πολλάκις πολλάκις Marklandus: καὶ πολλάκις αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δʼ Ὄσιριν κρύφα συγγενέσθαι. τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα διαδίδωσιν, ἀπολλύμενον ἀπολλύμενον Bentleius: ἀπολλυμένη ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi