Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
60 καθόλου δʼ ἀμείνων οὗτός οὗτος] ὁ υἱὸς? ἐστιν, ὥσπερ καὶ Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπʼ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δʼ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπʼ ἀπʼ Squirius: ὑπʼ αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετʼ ἐπιστήμης καὶ φέρεσθαι, κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον. οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλʼ ὥσπερ τοῖς θεοῖς πᾶσιν ἀπὸ δυεῖν γραμμάτων ῥημάτων Markl. τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, Ἶσιν δʼ Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ καὶ Πλάτων Πλάτων] Cratyl. p. 401 c φησὶ τὴν ὁσίαν ὁσίαν] οὐσίαν Baxterus: τοῦ δηλοῦν τοὺς παλαιοὺς ἰσίαν καλοῦντας· οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν ἐπὶ τοῖς ῥέουσι ῥέουσι] Bentleius: εὑροῦσι. Malim ἀεὶ ῥέουσι coll. Plat. Crat. p. 415 d καὶ θέουσι θέσθαι· καθάπερ αὖ πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν, τὸ κακὸν W: τῶν κατὰ coll. Plat. Crat. p. 415 c τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορευόντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi