Thesauros Edebiyat biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
7 ἰχθύων δὲ θαλαττίων πάντες μὲν οὐ πάντων ἀλλʼ ἐνίων ἀπέχονται, καθάπερ Ὀξυρυγχῖται τῶν ἀπʼ ἀγκίστρου· σεβόμενοι γὰρ τὸν ὀξύρυγχον ἰχθὺν δεδίασι μή ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν ὀξυρύγχου περιπεσόντος αὐτῷ. Συηνῖται δὲ φάγρου· δοκεῖ γὰρ ἐπιόντι τῷ Νείλῳ συνεπιφαίνεσθαι, καὶ τὴν αὔξησιν ἀσμένοις φράζειν αὐτάγγελος ὁρώμενος. οἱ δʼ ἱερεῖς ἀπέχονται πάντων· πρώτου δὲ μηνὸς ἐνάτῃ τῶν ἄλλων Αἰγυπτίων ἑκάστου πρὸ τῆς αὐλείου θύρας ὀπτὸν ἰχθὺν κατεσθίοντος, οἱ ἱερεῖς οὐ γεύονται μὲν κατακάουσι δὲ πρὸ τῶν θυρῶν τοὺς ἰχθῦς, δύο λόγους ἔχοντες, ὧν τὸν μὲν ἱερὸν καὶ περιττὸν αὖθις ἀναλήψομαι, συνᾴδοντα τοῖς περὶ Ὀσίριδος καὶ Τυφῶνος ὁσίως φιλοσοφουμένοις· ὁ δʼ ἐμφανὴς καὶ πρόχειρος οὐκ ἀναγκαῖον οὐδʼ ἀπερίεργον οὐδ’ ἀπειρίεργον Bentleius: οὐδὲ περίεργον ἀποφαίνων Baxterus: ἀποφαίνειν ὄψον ἀποφαίνων τὸν ἰχθύν, Ὁμήρῳ μαρτυρεῖ μήτε Φαίακας τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους νησιώτας ἰχθύσι χρωμένους ποιοῦντι μήτε τοὺς Ὀδυσσέως ἑταίρους ἐν πλῷ τοσούτῳ καὶ ἐν θαλάττῃ πρὶν εἰς ἐσχάτην ἐλθεῖν ἀπορίαν. ὅλως δὲ καὶ τὴν θάλατταν ἐκ πυρὸς ἡγοῦνται καὶ καὶ] καὶ ὕδατος R. Del. Squirius παρωρισμένην, οὐδὲ μέρος οὐδὲ στοιχεῖον ἀλλʼ ἀλλοῖον περίττωμα διεφθορὸς καὶ νοσῶδες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi