73
πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν· ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμοὺς αὐχμοὺς W: αὐχμὸς ἐπάγων ὑπερβάλλοντας ὑπερβάλλοντας idem: ὑπερβαλλόντως ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον ἂν δʼ ἐπιμένῃ, καθιερεύουσι καθιερεύουσι R: καθιεροῦσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις· καὶ γὰρ ἐν Εἰλειθυίας Εἰλειθυίας Partheius: ἰδιθύας πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους Τυφωνείους Squirius: τυφωνίους καλοῦντες, καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθʼ ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς ταφὰς] Ἀπιδος ταφὰς X. τὰς Ἀπιδος ταφὰς? ἔχωσι, καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν, συνεμβάλλωσιν *: συνεμβάλωσιν οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετʼ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς ὁ λόγος οὗτος ᾖ, ᾗ, συμβαίνειν *: σημαίνειν συμβαίνειν ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις Ἀπις] add. καὶ ὁ Μένδης Semlerus. Alii alia. Addidi lacunam. οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι.