79
εἰ δὲ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο ἂν ἂν * διανοηθείη τις πρότερον, ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν ὑγίειαν *: ὑγείαν ἐπιτηδεύματα, μάλιστα δʼ ἐν δ’ ἐν Marklandus: δὲ ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαίταις οὐχ ἧττον ἐστι ἐστι *: ἐστι τουτὶ τοῦ ὁσίου τὸ ὑγιεινόν. . οὐ γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν τὸ καθαρὸν καὶ ἀβλαβὲς πάντῃ καὶ ἀμίαντον. ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διάθεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πεφροντικὸς οἷον ἀχλυώδη γιγνομένην καὶ βαρεῖαν, ἀναστάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην, θεραπεύοντες καὶ καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες, ἐχούσης τι τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν. αὖθις δὲ μεσημβρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ βαρεῖαν ἀναθυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμιγνύοντα καταμιγνύοντα X: καταμιγνύοντες τῷ ἀέρι, τὴν σμύρναν ἐπιθυμιῶσι. διαλύει γὰρ ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περιέχοντι θολερὸν καὶ ἰλυῶδες. καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι φλόγα πολλὴν ποιοῦντες ὡς λεπτύνουσαν τὸν ἀέρα· λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη ξύλα κάωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύκης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν λοιμὸν εὐδοκιμῆσαι λέγουσι, πῦρ κελεύοντα παρακάειν τοῖς νοσοῦσιν· ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. εἰ δὲ καὶ τὴν σμύρναν παρʼ Αἰγυπτίοις βὰλ βὰλ] σὰλ Iablonskius καλοῦσιν, ἐξερμηνευθὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισμόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας δίδωσιν.