Thesauros Edebiyat biography Περὶ τοῦ Ε τοῦ ἐν Δελφοῖς

Περὶ τοῦ Ε τοῦ ἐν Δελφοῖς

Περὶ τοῦ Ε τοῦ ἐν Δελφοῖς Plutarch
16 ἐπὶ τούτοις ἔφην εἰρημένοις πρὸς ὑμᾶς ἓν βραχύ τοῖς περὶ Νίκανδρον ἀείσω ξυνετοῖσι τῇ γὰρ ἕκτῃ τοῦ νέου μηνὸς ὅταν κατάγῃ εἷς κατάγῃ εἶς *: κατάγη εἰς τὴν Πυθίαν εἰς τὸ τὸ W: τι πρυτανεῖον, ὁ πρῶτος ὑμῖν γίγνεται τῶν τριῶν κλήρων εἰς, τὰ πέντε, πρὸς ἀλλήλους ἐκείνης τὰ τρία τοῦ δὲ τὰ δύο βάλλοντες. εἶς τὰ πέντε - βάλλοντος *: εἰς τὰ πέντε πρὸς ἀλλήλους ἐκείνης τὰ τρία οὐδὲ τὰ δύο βάλλοντες ἦ γὰρ οὐχ οὕτως ἔχει; καὶ ὁ Νίκανδρος οὕτως εἶπεν ἡ δʼ αἰτία πρὸς ἑτέρους ἄρρητός ἐστι. οὐκοῦν ἔφην ἐγὼ μειδιάσας ἄχρι οὗ τἀληθὲς; ἡμῖν ὁ θεὸς ἱεροῖς γενομένοις γνῶναι παράσχῃ, προσκείσεται καὶ τοῦτο τοῖς ὑπὲρ τῆς πεμπάδος λεγομένοις. τοιοῦτο μὲν καὶ ὁ τῶν ἀριθμητικῶν καὶ ὁ τῶν μαθηματικῶν ἐγκωμίων τοῦ Ε λόγος, ὡς ἐγὼ μέμνημαι, πέρας ἔσχεν.
17 ὁ δʼ Ἀμμώνιος, ἅτε δὴ καὶ αὐτὸς οὐ τὸ φαυλότατον ἐν μαθηματικῇ φιλοσοφίας τιθέμενος, ἥσθη τε τοῖς λεγομένοις καὶ εἶπεν οὐκ ἄξιον πρὸς ταῦτα λίαν ἀκριβῶς ἀντιλέγειν τοῖς νέοις, πλὴν ὅτι τῶν ἀριθμῶν ἕκαστος οὐκ ὀλίγα βουλομένοις ἐπαινεῖν καὶ ὑμνεῖν παρέξει. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ἡ γὰρ ἱερὰ τοῦ Ἀπόλλωνος ἑβδομὰς ἀναλώσει τὴν ἡμέραν πρότερον ἢ λόγῳ τὰς δυνάμεις αὐτῆς ἁπάσας ἐπεξελθεῖν. εἶτα τῷ κοινῷ νόμῳ πολεμοῦντας ἅμα καὶ τῷ πολλῷ χρόνῳ τῷ πολλῷ χρόνῳ] cf. p. 359 f. τοὺς σοφοὺς ἀποφανοῦμεν ἄνδρας, εἰ τὴν ἑβδομάδα τῆς προεδρίας παρώσαντες τῷ θεῷ τὴν πεμπάδα καθιέρωσαν καθιέρωσαν M: καθιερώσουσιν ὡς μᾶλλόν τι προσήκουσαν. οὔτʼ οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτʼ ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλʼ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως. ὁ μὲν γὰρ θεὸς ἕκαστον ἡμῶν ἐνταῦθα προσιόντα οἷον ἀσπαζόμενος προσαγορεύει τὸ τό] τῷ M γνῶθι σαυτόν, ὃ δὴ τοῦ χαῖρε οὐδὲν μεῖόν ἐστιν. ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμέν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶναι προσαγόρευσιν ἀποδιδόντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi