4
ὁ μὲν οὖν Ἀμμώνιος ἡσυχῆ διεμειδίασεν, ὑπονοήσας ἰδίᾳ τὸν Λαμπρίαν δόξῃ κεχρῆσθαι, πλάττεσθαι δʼ, ἱστορίαν καὶ ἀκοὴν ἑτέρων πρὸς τὸ ἀνυπεύθυνον. ἕτερος δέ τις ἔφη τῶν παρόντων, ὡς ὅμοια ταῦτʼ ἐστὶν οἷς πρῴην ὁ Χαλδαῖος ἐφλυάρει ξένος, ἑπτὰ μὲν εἶναι τὰ φωνὴν ἰδίαν ἀφιέντα τῶν γραμμάτων, ἑπτὰ δὲ τοὺς κίνησιν αὐτοτελῆ καὶ ἀσύνδετον ἐν οὐρανῷ κινουμένους ἀστέρας εἶναι δὲ τῇ τάξει δεύτερον τὸ τʼ Ε τῶν φωνηέντων ἀπʼ ἀρχῆς καὶ τὸν ἥλιον ἀπὸ σελήνης τῶν πλανήτων· ἡλίῳ δʼ Ἀπόλλωνα τὸν αὐτὸν ὡς ἔπος εἰπεῖν πάντας Ἕλληνας νομίζειν. ἀλλὰ ταυτὶ μέν ἔφη παντάπασιν ἐκ πίνακος καὶ πυλαίας. ὁ δὲ Λαμπρίας ἔλαθεν, ὡς ἔοικε, τοὺς ἀφʼ ἱεροῦ κινήσας ἐπὶ τὸν αὑτοῦ λόγον. ἃ μὲν γὰρ ἐκεῖνος εἶπεν, οὐδεὶς ἐγίγνωσκε Δελφῶν· τὴν δὲ κοινὴν καὶ περιηγητικὴν δόξαν εἰς τὸ μέσον προῆγον, οὔτε τὴν ὄψιν ἀξιοῦντες οὔτε τὸν φθόγγον ἀλλὰ τοὔνομα μόνον τοῦ γράμματος ἔχειν τι σύμβολον.
5
ἔστι γάρ ὡς ὑπολαμβάνουσι Δελφοὶ καὶ καὶ] del. Stegmannus τότε καὶ τότε W: καὶ τε προηγορῶν ἔλεγε Νίκανδρος ὁ ἱερεὺς σχῆμα σχῆμα M: ὄχημα καὶ μορφὴ τῆς πρὸς τὸν, θεὸν ἐντεύξεως, καὶ τάξιν ἡγεμονικὴν ἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε καὶ διαπυνθανομένων, εἰ νικήσουσιν, εἰ γαμήσουσιν, εἰ συμφέρει πλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν. τοῖς δὲ διαλεκτικοῖς χαίρειν ἔλεγε σοφὸς ὁ θεός, οὐδὲν οἰομένοις ἐκ τοῦ εἰ μορίου καὶ τοῦ μετʼ αὐτοῦ ἀξιώματος πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγμένας τούτῳ καὶ νοῶν ὡς πράγματα καὶ προσιέμενος. ἐπεὶ δʼ ἴδιον τὸ ἐρωτᾶν ὡς μάντιν ἐστὶν ἡμῖν καὶ τὸ εὔχεσθαι κοινὸν ὡς πρὸς θεὸν, οὐχ ἧττον οἴονται τῆς πευστικῆς τὴν εὐκτικὴν τὸ γράμμα περιέχειν δύναμιν· εἰ γὰρ ὤφελον φησὶν ἕκαστος τῶν εὐχομένων. καὶ Ἀρχίλοχος Ἀρχίλοχος] Bergkius 2 p. 402 εἰ γὰρ ὣς ὥς W: ὡς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν. θίγειν mei codd. καὶ τοῦ εἴθε τὴν δευτέραν συλλαβὴν παρέλκεσθαίsupplendum vid. τὴν δευτέραν συλλαβὴν ὥσπερ καὶ τὸ θὴν φασιν, οἷον τὸ Σώφρονος ἃμα τέκνων θην δευομένα· καὶ τὸ Ὁμηρικὸν Ὁμηρικόν] P 29 ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος· ἐν δὲ τῷ εἰ τὸ εὐκτικὸν καὶ ἀποχρώντως δηλοῦσθαι.