11
τοιαῦτα τοῦ Βοήθου διελθόντος, ὁ Σαραπίων δίκαιον ἔφη τὸ ἀξίωμα περὶ τῶν οὕτως, ὡς ὡς X λέγει Βόηθος, ἀορίστως καὶ ἀνυποθέτως λεγομένων· εἰ νίκη στρατηγῷ προείρηται, νενίκηκεν· εἰ πόλεως ἀναίρεσις, ἀπόλωλεν ὅπου δʼ οὐ μόνον λέγεται τὸ γενησόμενον, ἀλλὰ καὶ πῶς καὶ πότε καὶ μετὰ τί καὶ μετά τίνος, οὐκ ἔστιν εἰκασμὸς τῶν τάχα γενησομένων ἀλλὰ τῶν πάντως ἐσομένων προδήλωσις. καὶ ταῦτʼ ταῦτα] τοιαῦτα X ἔστιν εἰς τὴν Ἀγησιλάου χωλότητα· φράζεο δή, φράζεο δή κέ] cf. Paus. 3, 8 Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάψῃ βλάστῃ Pausanias χωλὴ βασιλεία. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι, φθισίβροτὸν τʼ ἐπὶ κῦμα κυλινδομένου πολέμοιο καὶ τὰ περὶ περί] τὰ περὶ? τῆς νήσου πάλιν, ἣν ἀνῆκεν ἡ πρὸ Θήρας καὶ Θηρασίας; θάλασσα· καὶ περὶ τὸν Φιλίππου καὶ Ῥωμαίων πόλεμον· ἀλλʼ ὁπότε Τρώων γενεὰ καθύπερθε γένηται Φοινίκων ἐν ἀγῶνι, τότʼ ἔσσεται ἔργα ἄπιστα· πόντος μὲν λάμψει πῦρ ἄσπετον, ἐκ δὲ κεραυνῶν πρηστῆρες μὲν ἄνω διὰ κύματος ἀίξουσιν ἄμμιγα σὺν πέτρᾳ, σὺν πέτραις R ἡ δὲ στηρίξεται αὐτοῦ οὐ φατὸς ἀνθρώποις νῆσος καὶ χείρονες ἄνδρες χερσὶ βιησάμενοι τὸν κρείσσονα νικήσουσι. τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ Ῥωμαίους τε Καρχηδονίων περιγενέσθαι καταπολεμήσαντας Ἀννίβαν, καὶ Φίλιππον Αἰτωλοῖς συμβαλόντα καὶ Ῥωμαίοις μάχῃ κρατηθῆναι, καὶ τέλος ἐκ βυθοῦ νῆσον ἀναδῦναι μετὰ πυρὸς πολλοῦ καὶ κλύδωνος ἐπιζέσαντος, οὐκ ἂν εἴποι τις ὡς ἀπήντησεν ἅμα πάντα καὶ συνέπεσε κατὰ τύχην καὶ τύχην καὶ Stegmannus: τύχην αὐτομάτως, ἀλλʼ ἡ τάξις ἐμφαίνει τὴν πρόγνωσιν καὶ τὸ Ῥωμαίοις πρὸ ἐτῶν ὁμοῦ τι πεντακοσίων προειπεῖν τὸν χρόνον, ἐν ᾧ πρὸς ἅπαντα τὰ ἔθνη πολεμήσοιεν ἅμα· τοῦτο δʼ ἦν τὸ πολεμῆσαι τοῖς οἰκέταις ἀποστᾶσιν. ἐν τούτοις γὰρ οὐδὲν ἀτέκμαρτον οὐδὲ τυφλὸν ἀμφί τε τύχην ζητεῖν ἐν ἀπειρίᾳ ὁ λόγος ἀλλὰ πολλὰ ἀμφί τε - πολλὰ] ἀφεῖται, ὥστε τύχην ζητεὶν ἐν ἀπειρίᾳ· ὁ δὲ λόγος ἄλλα τε πολλὰ? τῆς πείρας ἐνέχυρα δίδωσι καὶ δείκνυσι τὴν ὁδόν, βαδίζει τὸ πεπρωμένον. οὐ γὰρ οἶμαὶ τινʼ ἐρεῖν, ὅτι ὅτι] ὅτι τι? μετὰ τούτων ὡς προερρήθη συνέπεσε κατὰ τύχην ἐπεὶ τί κωλύει λέγειν ἕτερον, ὡς ὡς] ὥν? προερρήθη προερρέθη BE οὐκ ἔγραψε τὰς *kuri/as ὑμῖν ὑμὶν Usenerus (vid. Epicurea p. 342): ἡμὶν (μὶν BE praemissa lacunula 1-2 litt.) Ἐπίκουρος, ὦ Βόηθε, δόξας, ἀλλʼ ἀπὸ τύχης καὶ αὐτομάτως οὕτω πρὸς ἄλληλα τῶν γραμμάτων συνεμπεσόντων, ἀπετελέσθη τὸ βιβλίον;ʼ