Thesauros Edebiyat biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
12 ἅμα δὲ τούτων λεγομένων προῄειμεν. ἐν δὲ τῷ Κορινθίων οἴκῳ τὸν φοίνικα θεωμένοις τὸν χαλκοῦν, ὅσπερ ἔτι λοιπός ἐστι τῶν ἀναθημάτων, οἱ περὶ τὴν ῥίζαν ἐντετορευμένοι βάτραχοι καὶ ὕδροι θαῦμα τῷ Διογενιανῷ παρεῖχον, ἀμέλει δὲ καὶ ἡμῖν. οὔτε γὰρ φοίνιξ, ὡς ἕτερα δένδρα, λιμναῖόν ἐστι καὶ φίλυδρον φυτόν, οὔτε Κορινθίοις· τι βάτραχοι προσήκουσιν, ὥστε σύμβολον ἢ παράσημον εἶναι τῆς πόλεως· ὥσπερ ἀμέλει Σελινούντιοί ποτε χρυσοῦν σέλινον ἀναθεῖναι λέγονται, καὶ Τενέδιοι τὸν πέλεκυν ἀπὸ τῶν καρκίνων τῶν γιγνομένων περὶ τὸ καλούμενον Ἀστέριον παρʼ αὐτοῖς· μόνοι γὰρ ὡς ἔοικεν ἐν τῷ χελωνίῳ τύπον πελέκεως ἔχουσι. καὶ μὴν αὐτῷ γε τῷ θεῷ κόρακας καὶ κύκνους καὶ λύκους καὶ ἱέρακας καὶ πάντα μᾶλλον ἢ ταῦτʼ εἶναι προσφιλῆ τὰ θηρία νομίζομεν εἰπόντος δὲ τοῦ Σαραπίωνος, Σαραπίωνος] dat hic cod. E ὅτι τὴν ἐξ ὑγρῶν ᾐνίξατο τροφὴν τοῦ ἡλίου καὶ γένεσιν καὶ ἀναθυμίασιν ὁ δημιουργός, εἴθʼ Ὁμήρου Ὁμήρου] γ 1 λέγοντος ἀκηκοώς ἠέλιος δʼ ἀπόρουσε ἀνόρουσε Homerus λιπὼν, περικαλλέα λίμνην· εἴτʼ Αἰγυπτίους ἑωρακὼς ἀρχὴς ἀρχῆςBE ἀνατολῆς παιδίον νεγνὸν γράφοντας ἐπὶ λωτῷ καθεζόμενον γελάσας ἐγὼ ποῦ σὺ πάλιν εἶπον ὦ χρηστέ, τὴν Στοὰν δευρὶ παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, οὐχ ὥσπερ αἱ Θετταλαὶ κατάγων κατάγων] add. ἀλλ’ ἀνάγων R τὴν σελήνην καὶ τὸν ἣλιον, ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους; ἀρδομένους W: ἀρχομένους ὁ μὲν γὰρ Πλάτων Πλάτων] Tim. p. 90 a καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς κεφαλῆς ὀρθούμενον ὑμεῖς δὲ τοῦ μὲν Ἐμπεδοκλέους Ἐμπεδοκλέους] Mullach. 1 p. 7 καταγελᾶτε, φάσκοντος τὸν ἣλιον περὶ γῆν περὶ γῆν] περιαυγῆ W ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι ἀταρβήτοισι W: ἀταρβήτοις προσώποις αὐτοὶ δὲ γηγενὲς ζῷον ἢ φυτὸν ἕλειον ἀποφαίνετε τὸν ἥλιον, εἰς βατράχων πατρίδα ἢ ὕδρων ἐγγράφοντες. ἀλλὰ ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν χειροτεχνῶν *: χειροτέχνων πάρεργα παρέργως ἐξετάσωμεν. ἐν πολλοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίεργον ἐκπεφεύγασιν. ὥσπερ οὖν ὁ τὸν ἀλεκτρυόνα ποιήσας ἐπὶ τῆς χειρὸς τοῦ Ἀπόλλωνος ἑωθινὴν ὑπεδήλωσεν ὥραν καὶ καιρὸν ἐπιούσης ἀνατολῆς, οὕτως ἐνταῦθα τοὺς βατράχους ἐαρινῆς ὥροις φαίη τις ἂν γεγονέναι σύμβολον ἐν κρατεῖν ἄρχεται τοῦ ἀέρος ὁ ἥλιος καὶ τὸν χειμῶνα διαλύειν, εἴ γε δεῖ καθʼ ὑμᾶς τὸν Ἀπόλλωνα καὶ τὸν ἥλιον μὴ δύο θεοὺς ἀλλʼ ἕνα νομίζειν καὶ ὁ Σαραπίων σὺ γάρ εἶπεν οὐχ οὕτω νομίζεις ἀλλʼ οἴει τὸν ἣλιον διαφέρειν τοῦ Ἀπόλλωνος;ʼ ἔγωγʼ εἶπεν ὡς τοῦ ἡλίου τὴν σελήνην ἀλλʼ αὕτηR: αὐτὴ μὲν οὐ πολλάκις οὐδὲ πᾶσιν ἀποκρύπτει τὸν ἥλιον, ὁ δʼ ἥλιος ὁμοῦ τι πάντας ἀγνοεῖν τὸν Ἀπόλλωνα πεποίηκεν ἀποστρέφων τῇ αἰσθήσει τὴν διάνοιαν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ φαινόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi