13
ἐκ τούτου τοὺς περιηγητὰς; ὁ Σαραπίων ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου Κυψέλου X: κυψέλλου τοῦ ἀναθέντος ἀλλὰ Κορινθίων ὀνομάζουσιν. ἀπορίᾳ δʼ αἰτίας ἐμοὶ γοῦν δοκεῖ ὡς ἐμοὶ γοῦν ἐδόκει R σιωπώντων ἐκείνων, ἐπιγελάσας ἐγὼ τί δʼ εἶπον ἔτι τούτους οἰόμεθα γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν, ἡμῶν ἡμῶν R: ὑμῶν μετεωρολεσχούντων; ἐπεὶ πρότερὸν γʼ αὐτῶν ἠκούομεν λεγόντων, ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβούλοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ πίσση BE χρυσοῦν ἀνδριάντα καὶ τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως. Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον, καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο μὴ μετέχειν Ἰσθμίων ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. ὁ δὲ Μολιονιδῶν φόνος ὑφʼ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι· τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆκον εἴργειν, εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν. ἐγὼ μὲν οὖν ταῦτʼ εἶπον.