Thesauros Edebiyat biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
15 κἀκεῖνος ἡσυχῆ διαμειδιάσας οὕτως εἶπεν ὥστε ὥστε R: ὥς γε καὶ σοὶ προσεγκαλεῖν τὰ μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων ἐλέγχοντι. καθάπερ γὰρ ὁ Σωκράτης; ἑστιώμενος ἐστιώμενος R: αἰτιώμενος ἐν Καλλίου Καλλίου idem: καλλία cf. Xen. Symp. 2, 3 sqq. τῷ μύρῳ πολεμεῖ πολεμεῖ R: πολεμεῖν μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται καὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις κύκλῳ περιεχόμενον τὸν θεὸν ὁρῶν, καὶ τὸν νεὼν σκύλων Ἑλληνικῶν ἀνάπλεων ἀνάπλεων R: ἀνάπλεω καὶ λαφύρων οὐ δυσχεραίνεις, οὐδʼ οἰκτίρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων αἰσχίστας ἀναγιγνώσκων ἐπιγραφὰς Βρασίδας καὶ Ἀκάνθιοι ἀπʼ Ἀθηναίων καὶ ʽ Ἀθηναῖοι ἀπὸ Κορινθίων καὶ Φωκεῖς ἀπὸ Θεσσαλῶν, Ὀρνεᾶται δʼ ἀπὸ Σικυωνίων, Ἀμφικτύονες δʼ ἀπὸ Φωκέων. ἀλλὰ Πραξιτέλης ὡς· ἔοικε· μόνος ἠνίασε Κράτητα τῇ ἐρωμένῃ τυχὼν αὐτόθι δωρεᾶς, δωρεᾶς] χώρας Emperius. Cf. Xen. Cyrop. IV 6, 7: καὶ ἐλπίδα τινὰ λάβοιμι τῷ φίλῳ παιδὶ τιμωρίας ἄν τινος μετὰ σοῦ τυχεῖν ὃν ἐπαινεῖν ὤφειλε Κράτης, ὅτι τοῖς χρυσοῖς βασιλεῦσι τούτοις παρέστησε χρυσῆν ἑταίραν, ἐξονειδίζων τὸν πλοῦτον ὡς οὐδὲν ἔχοντα θαυμάσιον οὐδὲ σεμνόν. δικαιοσύνης γὰρ ἀναθήματα καὶ σωφροσύνης καὶ μεγαλονοίας καλῶς ἔχει ἔχειν BE τίθεσθαι παρὰ τῷ θεῷ τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας, οὐ χρυσῆς καὶ τρυφώσης εὐπορίας ἧς μέτεστι καὶ τοῖς αἴσχιστα βεβιωκόσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi