18
ὁ Σαραπίων ἐπιεικέστερα ταῦτʼ εἶπεν ὦ Βόηθε, καὶ μουσικώτερα δεῖ γὰρ μὴ μάχεσθαι πρὸς τὸν θεὸν θεὸν Amyotus: θέωνα μηδʼ ἀναιρεῖν μετὰ τῆς μαντικῆς ἅμα τὴν πρόνοιαν καὶ τὸ θεῖον, ἀλλὰ τῶν ὑπεναντιοῦσθαι δοκούντων λύσεις ἐπιζητεῖν τὴν δʼ εὐσεβῆ καὶ πάτριον μὴ προΐεσθαι πίστιν. ὀρθῶς ἔφην ἐγὼ λέγεις, ἄριστε Σαραπίων οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνώσκομεν ὡς ἀνῃρημένην παντάπασι, καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς· ὕστερον δʼ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ· διὰ σοῦ δʼ αὖθις εἰς φιλοσοφίαν ποιητικὴ κάτεισιν, ὄρθιον καὶ γενναῖον ἐγκελευομένη τοῖς νέοις. οὐδʼ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ Ἀρίσταρχον καὶ Τιμόχαριν καὶ Ἀρίστυλλον καὶ Ἵππαρχον καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου καὶ Ἡσιόδου καὶ Θαλοῦ γραφόντων, εἴ γε Θαλῆς ἐποίησεν, ὡς ἀληθῶς εἰπεῖν, τὴν εἰς αὐτὸν τὴν εἰς αὐτὸν *: εἰς αὐτὴν ἀναφερομένην *)astrologi/an. Πίνδαρος δὲ καὶ περὶ τρόπου μελῳδίας ἀμελουμένου · καθʼ αὑτὸν ἀπορεῖν ὁμολογεῖ, καὶ θαυμάζειν θαυμάζειν R: θαυμάζει ὅτι Lac. 78 fere litt. in E οὐδὲν γάρ ἐστι δεινὸν οὐδʼ ἄτοπον αἰτίας ζητεῖν τῶν τοιούτων μεταβολῶν ἀναιρεῖν δὲ τὰς τέχνας καὶ τὰς δυνάμεις, ἄν τι κινηθῇ καὶ παραλλάξῃ τῶν κατὰ ταύτας, οὐ δίκαιον.