20
ἔνιοι δὲ καὶ νῦν μετὰ μέτρων ἐκτρέχουσιν ὧν ἕνεκα ἕνεκα καὶ] ἕνα καὶ W. Fort. ἕνα ἀναγκαὶον (τι) καὶ πρᾶγμα περιβόητον πεποίηκε. μισογύνου γὰρ μισογύνου γὰρ X: μισοῦν γὰρ Ἡρακλέους ἱερόν ἐστιν ἐν τῇ Φωκίδι, καὶ νομίζεται τὸν ἱερώμενον ἐν τῷ ἐνιαυτῷ γυναικὶ μὴ ὁμιλεῖν διὸ καὶ πρεσβύτας ἐπιεικῶς ἱερεῖς ἀπθδείκνύθυσι, πλὴν ἔμπροσθεν νεανίας οὐ πονηρὸς φιλότιμος, ἐρῶν παιδίσκης, ἔλαβε τὴν ἱερωσύνην καὶ τὸ πρῶτον ἦν ἐγκρατὴς ἑαυτοῦ καὶ ἔφευγε ἔφευγε Emperius: ἔφυγε τὴν ἄνθρωπον ἀναπαυομένῳ δʼ, αὐτῷ ποτε μετὰ πότον καὶ χορείαν προσπεσοῦσα διεπράξατο. φοβούμενος οὖν καὶ ταραττόμενος τὸ μαντεῖον κατέφυγε, καὶ περὶ τῆς ἁμαρτίας ἠρώτα τὸν θεὸν εἴ τις εἴη παραίτησις ἢ λύσις· ἔλαβε δὲ τόνδε τὸν χρησμὸν ἅπαντα τἀναγκαῖα τἀναγκαῖα R: ἀναγκαῖα συγχωρεῖ θεός οὐ μὴν ἀλλὰ δοὺς ἄν ἂν] αὖ? τις, ὡς οὐδὲν ἄνευ μέτρου θεσπίζεται καθʼ ἡμᾶς, μᾶλλον διαπορήσει διαπορήσει] διαπορήσειε R περὶ τῶν παλαιῶν ποτὲ μὲν ἐν ἐν Duebnerus μέτροις ποτὲ δʼ ἄνευ μέτρων διδόντων τὰς ἀποκρίσεις. ἔστι δʼ οὐδέτερον, ὦ παῖ, παράλογον, μόνον ἂν ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν, καὶ μὴ νομίζωμεν αὐτὸν ἐκεῖνον εἶναι τὸν τὰ ἔπη συντιθέντα πρότερον καὶ νῦν ὑποβάλλοντα τῇ Πυθίᾳ τοὺς χρησμούς, ὥσπερ ἐκ προσωπείων φθεγγόμενον.