Thesauros Edebiyat biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
22 μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος, Ὁμηρος] B 169 sqq. E 1 αἰτίας μὲν ἄνευ θεοῦ ἄνευ θεοῦ] cf. Hom. β 372. o 531 οὐδὲν ὡς ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον, οὐ μὴν πᾶσι πρὸς πάντα χρώμενον ποιῶν τὸν θεόν, ἀλλʼ ἑκάστῳ καθʼ ἣν ἔχει τέχνην ἢ δύναμιν. ἢ γὰρ οὐχ ὁρᾷς, εἶπεν, ὦ; φίλε Διογενιανέ, τὴν Ἀθηνᾶν, ὅτε πεῖσαι βούλεται τοὺς Ἀχαιούς, τὸν Ὀδυσσέα παρακαλοῦσαν, ὅτε συγχέαι τὰ ὅρκια, τὸν Πάνδαρον ζητοῦσαν, ὅτε τρέψασθαι τοὺς Τρῶας, ἐπὶ τὸν Διομήδην βαδίζουσαν; ὁ μὲν γὰρ εὔρωστος καὶ μάχιμος ὁ δὲ τοξικὸς καὶ ἀνόητος ὁ δὲ δεινὸς εἰπεῖν καὶ φρόνιμος. οὐ γὰρ εἶχεν Ὅμηρος τὴν αὐτὴν Πινδάρῳ διάνοιαν, εἴ γε Πίνδαρος Πανδάρω - πάνδαρος BE Πίνδαρος] cf. Nauck p. 482 ἦν ὁ ποιήσας θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς; θεοῦ πλέοντος κἂν ἐπιρρεπῶς BE πλέοις· ἀλλʼ ἐγίγνωσκεν ἐγίνωσκεν X: γίνωσκε ἄλλας πρὸς ἄλλα δυνάμεις καὶ φύσεις γεγενημένας, ὧν ἑκάστη κινεῖται διαφόρως, κἂν ἓν ᾖ τὸ κινοῦν ἁπάσας. ὥσπερ οὖν τὸ κινοῦν τὸ πεζὸν οὐ δύναται κινῆσαι κινῆσαι * πτητικῶς, οὐδὲ τορῶς τὸ τραυλὸν οὐδʼ εὐφώνως τὸ ἰσχνόφωνον ἀλλὰ καὶ τὸν Βάττον, οἶμαι, διὰ τοῦτʼ ἐπὶ τὴν φωνὴν φωνὴν R ex Herod. 4, 155: ῥώμην παραγενόμενον εἰς Λιβύην ἔπεμψεν ἔπεμψεν R: ἔπεμψαν οἰκιστήν, ὅτι τραυλὸς μὲν ἦν καὶ ἰσχνόφωνος βασιλικὸς δὲ καὶ πολιτικὸς καὶ φρόνιμος· οὕτως ἀδύνατον διαλέγεσθαι ποιητικῶς τὸν ἀγράμματον καὶ ἀνήκοον ἐπῶν. ὥσπερ ἡ νῦν τῷ θεῷ λατρεύουσα γέγονε μὲν εἴ τις ἄλλος ἐνταῦθα νομίμως καὶ καλῶς καὶ βεβίωκεν εὐτάκτως· τραφεῖσαita Basileensis: γραφεῖσα δʼ ἐν οἰκίᾳ γεωργῶν πενήτων, οὔτʼ ἀπὸ τέχνης οὐδὲν οὔτʼ ἀπʼ ἄλλης τινὸς ἐμπειρίας καὶ δυνάμεως ἐπιφερομένη κάτεισιν εἰς τὸ χρηστήριον, ἀλλʼ ὥσπερ ὁ Ξενοφῶν Ξενοφῶν] Oecon. 7, 5 οἴεται δεῖν ἐλάχιστα τὴν νύμφην ἰδοῦσαν ἐλάχιστα δʼ ἀκούσασαν εἰς ἀνδρὸς βαδίζειν, οὕτως ἄπειρος καὶ ἀδαὴς ὀλίγου δεῖν ἁπάντων καὶ παρθένος ὡς ἀληθῶς τὴν ψυχὴν τῷ θεῷ σύνεστιν. ἀλλʼ ἡμεῖς ἐρωδιοῖς οἰόμεθα καὶ τροχίλοις καὶ κόραξι χρῆσθαι φθεγγομένοις σημαίνοντα τὸν θεόν, καὶ οὐκ ἀξιοῦμεν, ᾗ θεῶν ἄγγελοι καὶ κήρυκές εἰσι, λογικῶς ἕκαστα καὶ σαφῶς σαφῶς R: σοφῶς φράζειν τὴν δὲ τῆς Πυθίας φωνὴν καὶ διάλεκτον ὥσπερ lac. 8 litt. in BE. Supplendumne χορευτῶν? ἐκ θυμέλης, οὐκ ἀνήδυντον οὐδὲ λιτὴν ἀλλʼ ἐν μέτρῳ καὶ ὄγκῳ καὶ πλάσματι καὶ μεταφοραῖς ὀνομάτων καὶ μετʼ αὐλοῦ φθεγγομένην παρέχειν παρέχειν] scr. vid. παρηχεῖν ἀξιοῦμεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi