Thesauros Edebiyat biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
27 ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι. τοῖς μὲν οὖν τότε πολλὴν ἔδει ἔδει Basileensis: ἔτι μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ καὶ R δυσεξεύρετοι μακρὰν μακρὰν *: μακρὸν ἀπαίρουσι τῆς Ἑλλάδος. ἴστε γὰρ τὸν ἴστε γὰρ τὸν R: εἰς γὰρ τὸ χῖον καὶ Κρήτινον καὶ lacuna (1-2 litt. in E) Νήσιχον καὶ Φάλανθον, Φάλανθον Basileensis: φάλαινθον ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευρεῖν τὴν διδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν· ὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος. Βάττος] cf. Aristot. Fragm. 611, 16 ἔδοξε ἔδοξε R: ἔλεξε γὰρ ἐκπεσεῖν οὐ καταλαβὼν ἐφʼ ὃν ἐπέμφθη τόπον· εἶθʼ ἧκε δεύτερον ποτνιώμενος. ὑπειπὼν οὖν ὁ θεὸς αἰ τὺ ἐμεῦ Λιβύαν αἴ τυ ἐμεῦ Λιβύαν W ex Herod. 4, 157: μελιβύαν praemissa lac. (7 litt. in E) μαλοτρόφον οἶσθας ἄρειον, Λιβύην μηλοτρόφον οἶδας ἄμεινον Herodotus μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ· οὕτω πάλιν αὐτὸν ἐξέπεμψε. Λύσανδρος δὲ καὶ παντάπασιν ἀγνοήσας τὸν Ὀρχαλίδην Ὀρχαλίδην Vit. Lys. c. 29: ἀρχελίδην λόφον καὶ Ἀλώπεκον ἀλώπεκον eadem: ἀλώπηκον προσαγορευόμενον καὶ τὸν Ὁπλίτην ποταμὸν γῆς τε δράκονθʼ δράκονθʼ Duebnerus: δράκοντα υἱὸν δόλιον κατόπισθεν ἰόντα, μάχῃ κρατηθεὶς ἔπεσεν ἐν τοῖς τόποις ἐκείνοις ὑπὸ Νεοχώρου Ἁλιαρτίου ὑπὸ Νεοχώρου Ἁλιαρτίου Vit. Lys. 1. 1.: ὑφ’ ὧν ὁ χῶρος Ἁλιάρτου ἀνδρὸς ἀσπίδα φοροῦντος ἐπίσημον ὄφιν ἔχουσαν. ἄλλα δὲ τοιαῦτα πολλὰ δυσκάθεκτα καὶ δυσμνημόνευτα τῶν παλαιῶν διεξιέναι πρὸς ὑμᾶς εἰδότας οὐκ ἀναγκαῖόν ἐστι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi