Thesauros Edebiyat biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
29 ἔδει δʼ ἴσως καὶ ἡμᾶς ἔχειν οὕτως· νῦν δʼ ὥσπερ ἀγωνιῶντες καὶ δεδιότες, μὴ τρισχιλίων τρισχιλίων Basileensis: τρισχισμὸν ἐτῶν ἀποβάλῃ δόξαν ὁ τόπος καὶ τοῦ χρηστηρίου καθάπερ σοφιστοῦ διατριβῆς ἀποφοιτήσωσιν ἔνιοι καταφρονήσαντες, ἀπολογούμεθα καὶ πλάσσομεν αἰτίας καὶ λόγους ὑπὲρ ὧν οὔτʼ ἴσμεν οὔτʼ εἰδέναι προσῆκον ἡμῖν ἐστι· παραμυθούμενοι τὸν ἐγκαλοῦντα καὶ πείθοντες, οὐ χαίρειν ἐῶντες· αὐτῷ γάρ γάρ] μέν Homerus οἱ πρῶτον ἀνιηρώτερον ἀνιηρώτερον Homerus β 190: ἀνιηρότερον ἔσται τοιαύτην ἔχοντι περὶ τοῦ θεοῦ δόξαν· ὥστε ταυτὶ μὲν τὰ προγεγραμμένα τῶν σοφῶν τό γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν ἀποδέχεσθε καὶ θαυμάζειν ἀποδέχεσθε καὶ θαυμάζετε R: ἀποδέχεσθαι καὶ θαυμάζειν οὐχ ἣκιστα διὰ τὴν βραχυλογίαν ὡς πυκνὸν καὶ σφυρήλατον νοῦν ἐν ὀλίγῳ περιέχουσαν ὄγκῳ, τοὺς δὲ χρησμοὺς ὅτι συντόμως καὶ ἁπλῶς καὶ διʼ εὐθείας τὰ πλεῖστα φράζουσιν αἰτιᾶσθε. καὶ τὰ τοιαῦτα μὲν ἀποφθέγματα τῶν σοφῶν ταὐτὸν τοῖς εἰς στενὸν συνθλιβεῖσι πέπονθε ῥεύμασιν οὐ γὰρ ἔχει τοῦ νοῦ δίοψιν οὐδὲ διαύγειαν, διαύγειαν supplevit Turnebus lacunam codd. (11 litt. in E) ἀλλʼ ἐὰν σκοπῇς τί γέγραπται καὶ λέλεκται περὶ αὐτῶν τοῖς ὅπως ἕκαστον ἔχει βουλομένοις καταμαθεῖν, οὐ ῥᾳδίως τούτων λόγους ἑτέρους εὑρήσεις μακροτέρους. ἡ δὲ τῆς Πυθίας διάλεκτος, ὥσπερ οἱ μαθηματικοὶ γραμμὴν εὐθεῖαν καλοῦσι τὴν ἐλαχίστην τῶν ταὐτὰ ταὐτὰ *: τὰ αὐτὰ πέρατʼ ἐχουσῶν, οὕτως οὐ ποιοῦσα καμπὴν οὐδὲ κύκλον οὐδὲ διπλόην οὐδʼ ἀμφιβολίαν ἀλλʼ εὐθεῖα πρὸς τὴν ἀλήθειαν οὖσα πρὸς δὲ πίστιν ἐπισφαλὴς καὶ ὑπεύθυνος ἀνεπισφαλὴς καὶ ἀνυπεύθυνος Madvigius. Sed cf. p. 484 c οὐδένα καθʼ αὑτῆς ἔλεγχον ἄχρι νῦν παραδέδωκεν, ἀναθημάτων δὲ καὶ δώρων ἐμπέπληκε βαρβαρικῶν καὶ Ἑλληνικῶν τὸ χρηστήριον, οἰκοδομημάτων δʼ ἐκαλλώπισε δ’ ἐκαλλώπισε *: δέ κάλλεσι καὶ κατασκευαῖς Ἀμφικτυονικαῖς. ὁρᾶτε ὁρᾶτε] malim ὁρᾶτε δὲ (vel γὰρ) δήπουθεν αὐτοὶ πολλὰ μὲν ἐπεκτισμένα τῶν πρότερον οὐκ ὄντων, πολλὰ δʼ ἀνειλημμένα τῶν συγκεχυμένων καὶ διεφθαρμένων. ὡς δὲ τοῖς εὐθαλέσι τῶν δένδρων ἕτερα παραβλαστάνει, καὶ τοῖς Δελφοῖς ἡ Πυλαία συνηβᾷ καὶ συναναβόσκεται, συναναβιώσκεται? διὰ τὰς ἐντεῦθεν εὐπορίας σχῆμα λαμβάνουσα καὶ μορφὴν καὶ κόσμον ἱερῶν καὶ συνεδρίων καὶ ὑδάτων οἷον ἐν χιλίοις ἔτεσι τοῖς πρότερον οὐκ ἔλαβεν. οἱ μὲν οὖν περὶ τὸ Γαλάξιον τῆς Βοιωτίας κατοικοῦντες ᾔσθοντο τοῦ θεοῦ τὴν ἐπιφάνειαν ἀφθονίᾳ καὶ περιουσίᾳ γάλακτος προβάτων προβάτων bescio quis: προπάντων. Cf. Bergk. 3 p, 719 γὰρ ἐκ πάντων κελάρυξεν, ὡς ἀπὸ κρηνᾶν φέρτατον ὕδωρ, θάλεον γάλα· τοὶ δʼ ἐπίμπλων ἐσσύμενοι πίθους· ἀσκὸς δʼ οὐδέ τις ἀμφορεὺς ἐλίνυʼ ἐν δόμοις, κρηνᾶν - - - δόμοις Bergkius: κρηνάων - θήλεον - ἐνεπίμπλων - οὔτε τις ἐλίννυε δόμοις πέλλαι γὰρ γὰρ Bergkius: δὲ ξύλινοί ξύλινοι] λίθινοι idem τε τε idem πίθοι πλᾶσθεν πλῆσθεν BE ἅπαντες. ἡμῖν δὲ λαμπρότερα καὶ κρείττονα καὶ σαφέστερα σημεῖα τούτων ἀναδίδωσιν, ὥσπερ ἐξ αὐχμοῦ τῆς πρόσθεν ἐρημίας καὶ πενίας εὐπορίαν καὶ λαμπρότητα καὶ τιμὴν πεποιηκώς. καίτοι φιλῶ μὲν ἐμαυτὸν ἐφʼ οἷς ἐγενόμην εἰς τὰ πράγματα ταῦτα πρόθυμος καὶ χρήσιμος μετὰ Πολυκράτους καὶ Πετραίου, φιλῶ δὲ τὸν καθηγεμόνα ταύτης τῆς πολιτείας γενόμενον ἡμῖν καὶ τὰ πλεῖστα τούτων ἐκφροντίζοντα καὶ παρασκευάζοντα lacuna (20 fere litt. in E) ἀλλʼ οὐκ ἔστιν ἄλλως ὅτι ἄλλως ὅτι] corrupta. ἀληθῶς εἰπεῖν? τηλικαύτην καὶ τοσαύτην μεταβολὴν ἐν ὀλίγῳ χρόνῳ γενέσθαι διʼ ἀνθρωπίνης ἐπιμελείας, μὴ θεοῦ παρόντος ἐνταῦθα καὶ συνεπιθειάζοντος τὸ χρηστήριον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi