Thesauros Edebiyat biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
6 καὶ ὁ Σαραπίων νοσοῦμεν γάρ εἶπεν ὦ εὖπεν ὦ Basileensis: ἔν τε νῷ Βόηθε, καὶ τὰ ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν καὶ ἀποφαίνεσθαι. τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον, οὐδὲ χριομένη χριομένη Vulcobius: χριομένην μύροις οὐδʼ ἁλουργίδας ἀμπεχομένη ἀμπεχομένην κάτεισιν εἰς τὸ ἄδυτον, οὐδʼ κάτεισιν εἰς τὸ ἄδυτον οὐδʼ R: καί τισιν εἰς τὸ οὐδὲ ἐπιθυμιᾷ κασίαν κασίαν Duebnerus: κασσίαν ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον. οὐχ ὁρᾷς, εἶπεν, ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους; Σίβυλλα δὲ μαινομένῳ στόματι καθʼ Ηράκλειτον Ἡράκλειτον] Bywater p. 5 ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη, χιλίων ἐτῶν ἐξικνεῖται ἐτέων ἐξικνέεται idem τῇ φωνῇ διὰ τὸν θεόν. ὁ δὲ Πίνδαρος Πίνδαρος] Bergk. 1 p. 380 ἀκοῦσαι ἀκούσας codd. mei (BE) φησὶ τοῦ θεοῦ τὸν Κάδμον μουσικὰν μουσικὰν Amyotus: οὐ μουσικὰν ὀρθάν οὐχ ἡδεῖαν οὐδὲ τρυφερὰν οὐδʼ ἐπικεκλασμένην τοῖς μέλεσιν. ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλʼ ἐνταῦθα μετὰ τῆς Ἄτης Ἀτης Vulcobius (cf. Hom. T 126): αὐτῆς ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς; καὶ ὡς ἔοικεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi