11
ὁ δʼ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη, Rzach. Fr. 183 ἀνδρῶν ἡβώντων ἡβώντων] γηράντων Bergkius ἔλαφος δέ τε τετρακόρωνος τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται αὐτὰρ ὁ φοίνιξ ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας δ’ ἡμεῖς τοὺς φοίνικας] φοίνικας δέ τοι ἡμεῖς Rzachius νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο. τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δʼ οὐδὲ δ’ οὐδὲ Turnebus: δὲ οὖν Πίνδαρος Πίνδαρος] Bergk. 1 p. 437 εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν ἰσοδένδρου τέκμωρ τέκμαρ Turnebus: τέκμωρ αἰῶνος λαχοίσας, λαχοίσας *: λαχούσας διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας. ἔτι δʼ αὐτοῦ λέγοντος, Δημήτριος ὑπολαβών πῶς ἔφη λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρ ἡβῶντος οὔτε γηρῶντος, ἡβώντων οὔτε γηρώντων Amyotus ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς ἐστιν. ἀλλʼ οἱ μὲν ἡβώντων ἡβῶντος] cf. Kinkel. Epic. Fragm. p. 165. ἡβώντων Stegmannus ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθʼ Ἡράκλειτον, Ἡράκλειτον] Bywater p. 36 ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας. οἱ δὲ γηρώντων πάλιν οὐχ ἡβώντων γράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ · τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ ὁ λόγος ὅλως ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας, αἵ τʼ ἄλσεα καλὰ νέμονται Hom. Υ 8 καὶ πηγὰς ποταμῶν καὶ πίσεα πίσεα *: πείσεα ποιήεντα.