12
καὶ ὁ Κλεόμβροτος ἀκούω ταῦτʼ ἔφη πολλῶν καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν συνεξάπτουσαν W: συνεξαπαπτουσαν ἀλλʼ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τʼ ἀμήχανα τά τ’ ἀμήχανα κέ] corrupta. ort. τά τ’ ἄλλ’ ἀμήχανα καλῶν ὑπομνήσω σε τὰ τῶν νυμφῶν μάλιστα δὲ τὰ περὶ τὴν κορώνην καὶ τὴν ἔλ. ἐκλύεσθαι κατ’ ἐνιαυτοὺς ὑπερβάλλοντας. Alii alia lacunam indicavit R καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι ἐκλύεσθαι R: ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ οὐκ] οὐκοῦν R ἐνιαυτὸς ἀρχὴν ἐν, αὑτῷ αὑτῷ *: αὐτῷ καὶ τελευτὴν ὁμοῦ τι πάντων ὧν φέρουσιν ὧραι πάντων ὧν φέρουσιν ὧραι] Bywater p. 14 γῆ δὲ φύει περιέχων, οὐδʼ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου δήπου Turnebus: μήπου τὸν Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν τὴν ἀνθρωπίνην ζωὴν γενεὰν R λέγειν. ἦ γὰρ οὐχ οὕτως· συνέφησεν ὁ Δημήτριος. ἀλλὰ μὴν κἀκεῖνο δῆλον ὁ Κλεόμβροτος; εἶπε τὸ πολλάκις τὸ μετροῦν τὰ μετροῦντα R καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν· οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν συνθέσει μὲν] συντεθειμένος Stegmannus ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων · τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, ψυχὴ - βίος Eusebius: ψυχὴν - βίον οὐδὲν ἧττον ἐφʼ ᾧ ἐφ’ ᾧ sc. κριτῇ R βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.