15
καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθήματα καὶ τύχαι μνημονευόμεναι διʼ ἀρετὴν καὶ δύναμιν αὐτῶν, καὶ οὔτʼ Αἰσχύλος Αἰσχύλος] Suppl. 214. Add. ὀρθῶς X εἶπεν ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν, οὔτʼ ὁ Σοφοκλέους Σοφοκλέους] Nauck. p. 311 Ἄδμητος οὑμὸς δʼ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην. πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς ἱεροῖς] ἱερῶν Stegmannus τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ Φιλίππου ʽ παρῆν γὰρ γὰρ Turnebus ὁ συγγραφεὺσʼ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις θείοις idem: θεοῖς οἴεται τοὺς ἀγωνιζομένους· ἀνταγωνιζομένους τούτοις ἔφη τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλωmalim ἅλων διʼ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε μετὰ σιγῆς ἐπʼ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας ἔφοδος, μὴ αἰόλα δὲ μὴ αἰολα δὲ] ᾗ Αἰολάδαι c X? cf. Hesychius: Αἰοδα παρὰ Δελφοῖς γένος τι τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες προσβαλόντες *: προσβαλλόντες τὸ πῦρ τῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ · καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα τὸν Ἀπόλλω codd. DF κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτʼ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ πραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας. ἐπεξιόντας X: ἐπεξιόντες ὃν δʼ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης καὶ τῆς μεταστάσεως, ἄτοπος μὲν ἐστι δεινῶς καὶ παράδοξος· εἰ δʼ ἀληθείας τι μετέχει, μὴ μικρὸν οἰώμεθα μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν τοῖς τότε χρόνοις περὶ τὸ χρηστήριον. ἀλλʼ ἵνα μὴ τὸ Ἐμπεδόκλειον Ἐμπεδόκλειον] Mullach. I p. 6 ποιεῖν ποιεῖν Emperius: εἰπεῖν δόξω κορυφὰς ἑτέρας ἑτέρῃσι ἑτέρῃσι Scaligerus: ἑτέραις προσάπτων μύθων, μήτε λέγειν μήτε λέγειν] μηδὲ λόγων Emperius ἀτραπὸν μίαν, ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος ἤδη γὰρ ἐπʼ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια τεταγμένοις δαιμονίοις ἐκλείπουσὶ τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα, καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν δύναμιν, εἶτα παρόντων αὐτῶν διὰ χρόνου πολλοῦ καθάπερ ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων. καὶ παρόντων] del. Stegmannus