Thesauros Edebiyat biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
20 ῥηθέντων δὲ τούτων ὁ Ἀμμώνιος ὀρθῶς ἔφη μοι δοκεῖ Θεόφραστος ἀποφήνασθαι τί γὰρ κωλύει φωνὴν δέξασθαι σεμνὴν καὶ φιλοσοφωτάτην; καὶ γὰρ ἀθετουμένη πολλὰ τῶν ἐνδεχομένων ἀποδειχθῆναι δὲ μὴ δυναμένων ἀναιρεῖ, καὶ τιθεμένη πολλὰ συνεφέλκεται τῶν ἀδυνάτων καὶ ἀνυπάρκτων. καὶ γὰρ ἀθετουμένη - ἀνυπάρκτων Theophrasti dictum censendum W ὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας, ὡς ὡς vel potius εἶναι deleverim οὐ δυνατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας εἶναι, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ τὸ περιπτωτικὸν τοῖς ἀναιρετικοῖς, εὔηθές ἐστιν. οὕτω γὰρ Ἐπίκουρός τε χείρων Γοργίου φανεῖται τοῦ σοφιστοῦ καὶ Μητρόδωρος Ἀλέξιδος τοῦ κωμῳδοποιοῦ. κωμῳδιοποιοῦ *: κωμῳδοποιοῦ διπλάσιον γὰρ οὗτος ἔζησε τοῦ Μητροδώρου, Ἐπικούρου δʼ ἐκεῖνος πλέον ἢ ἐπίτριτον. ἄλλως γὰρ ἰσχυρὸν ἀρετὴν καὶ κακίαν ἀσθενὲς λέγομεν, οὐ πρὸς διαμονὴν καὶ διάλυσιν σώματος· ἐπεὶ καὶ τῶν θηρίων θηρίων W: θείων πολλὰ μὲν μὲν R δυσκίνητα καὶ νωθρὰ, ταῖς ψυχαῖς ὄντα πολλὰ δʼ ἀκόλαστα καὶ ἄτακτα τῶν συνετῶν καὶ πανούργων χρόνους ζῇ μακροτέρους. ὅθεν οὐκ εὖ τῷ θεῷ τὴν ἀιδιότητα ποιοῦσιν ἐκ φυλακῆς καὶ διακρούσεως τῶν ἀναιρετικῶν. ἔδει γὰρ ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι, μηδεμιᾶς πραγματείας δεόμενον. ἀλλʼ ἴσως τὸ λέγειν πρὸς μὴ παρόντας οὐκ εὔγνωμον φαίνεται. πάλιν οὖν ὁ Κλεόμβροτος ἡμῖν ὃν ἄρτι περὶ τῆς· μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi