3
θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον γελοῖον *: γέλοιον φήσαντος εἶναι ἀπὸ μικρῶν πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον Ἀλκαῖον] Bergk. 3 p. 84 ἐξ ὄνυχος τὸν λέοντα γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος οὐδέν ἔφη τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται συμβήσεται] om. codd. mei πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς ὑμεῖς M: ἡμῖν. Fort. ἡμῖν ὑμεῖς οὐ μικρὸν ἀποδείκνυτε ἀποδείκνυτε idem: ἀποδείκνυται πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ παρʼ Madvigius: γὰρ Ὁμήρῳ Ὁμήρῳ] K 173 ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που χρέος ὀφέλλεσθαι ὀφέλλεσθαι Homerus γ 367: συμβάλλεσθαι φησὶν οὔτι νέον οὐδʼ ὀλίγον,ʼ ὡς τοῦ ὀφέλλεσθαιidem ὠφελεῖσθαι τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα θοήν θοὴν] Homerus K 394. 468 passim εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν, κωνικήν] sc. εἶναι οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ ποδὶ] ποσὶν Stegmannus εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν λέγωμεν Turnebus: λεγόντων πρὸς αὐτούς, εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν. ποιεῖν Leonicus: ποιοῦσι