Thesauros Edebiyat biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
21 καὶ ὁ Κλεόμβροτος ἀλλὰ θαυμάσαιμʼ ἄν εἶπεν εἰ μὴ πολὺ φαίνεται τῶν εἰρημένων ἡμῖν ἀτοπώτερος. καίτοι δοκεῖ φυσιολογίας ἔχεσθαι, καὶ Πλάτων αὐτῷ παρέσχε τὸ ἐνδόσιμον οὐχ ἁπλῶς ἀποφηνάμενος ἐκ δόξης δʼ ἀμαυρᾶς καὶ ὑπόνοιαν ἐμβαλὼν αἰνιγματώδη μετʼ εὐλαβείας· ἀλλʼ ὅμως πολλὴ γέγονε κἀκείνου καταβόησις ὑπὸ τῶν ἄλλων φιλοσόφων. ἐπεὶ δὲ μύθων καὶ λόγων ἀναμεμιγμένων κρατὴρ ἐν μέσῳ πρόκειται ʽ καὶ ποῦ τις ἂν ποῦ τις ἂν Emperius: που τις ἐν εὐμενεστέροις ἀκροαταῖς ἐπιτυχὼν ὥσπερ νομίσματα ξενικὰ τούτους δοκιμάσειε τοὺς λόγους;ʼ, οὐκ ὀκνῶ οὐκ ὀκνῶ] οὐχ ὁρῶ mei codd. χαρίζεσθαι βαρβάρου διήγησιν ἀνδρός, ὃν πλάναις πολλαῖς καὶ μήνυτρα τελέσας μεγάλα, περὶ τὴν Ἐρυθρὰν θάλασσαν ἀνθρώποις ἀνὰ πᾶν ἔτος ἅπαξ ἐντυγχάνοντα τἄλλα δὲ συνόντα συνόντα R: σὺν ταῖς νύμφαις νομάσι καὶ δαίμοσιν, ὡς ἔφασκε, μόλις ἐξανευρὼν ἔτυχον λόγου καὶ φιλοφροσύνης. κάλλιστος μὲν ἦν ὧν εἶδον ἀνθρώπων ὀφθῆναι νόσου τε πάσης ἀπαθὴς διετέλει, Β καρπόν τινα πόας φαρμακώδη καὶ πικρὸν ἑκάστου μηνὸς ἅπαξ προσφερόμενος· γλώσσαις δὲ πολλαῖς ἤσκητο χρῆσθαι, πρὸς δʼ ἐμὲ τὸ πλεῖστον ἐδώριζεν οὐ πόρρω μελῶν. φθεγγομένου δέ, τὸν τόπον εὐωδία κατεῖχε, τοῦ στόματος ἥδιστον ἀποπνέοντος. ἡ μὲν οὖν ἄλλη μάθησις καὶ ἱστορία συνῆν αὐτῷ τὸν πάντα χρόνον· εἰς δὲ μαντικὴν ἐνεπνεῖτο μίαν ἡμέραν ἔτους ἑκάστου καὶ προεθέσπιζε προὐθέσπιζε? κατιὼν ἐπὶ θάλατταν, ἐπεφοίτων δὲ καὶ δυνάσται καὶ γραμματεῖς βασιλέων εἶτʼ ἀπῄεσαν. ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας· πλεῖστον πλεῖστον Eusebius: ἥδιστον δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν καὶ τῶν idem: καὶ περὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ τὰ idem περὶ Πύθωνα. Πύθωνα] τὴν Πυθίαν Eusebius τῷ δʼ ἀποκτείναντι μήτʼ ἐννέα ἐτῶν μήτʼ εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλʼ ἐκπεσόντʼ ἐλθεῖν εἰς ἕτερον κόσμον· τὴν φυγὴν - κόσμον idem: μετὰ τοῦ φυγεῖν αὐτὸν ἐκπεσόντα κόσμον ὕστερον δʼ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ἀληθῶς ὡς ἀληθῶς idem κατελθόντα κατελθόντα idem: καὶ ἐλθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλαττόμενον. οὕτω δʼ ἔχειν ἔχειν idem: ἔχει καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά· δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας δίκας idem: δικώσεις ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφὼν λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν, ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ τιμαὶ] τιμαὶ παρ’ ἡμῖν idem ἢ καὶ παντάπασιν ἐκλελοίπασι, μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δʼ ἀποκτείνας τοὺς ἄρχοντας αὐτῶν, Ἄρσαλον καὶ Δρύον Δρύον] Ἀρυτον Eusebius καὶ Τρωσοβιόν, Τρωσοβιὸν] Τόσιβιν idem ἔφυγε καὶ μετεχώρησεν ὁποιδήποτε ʽ τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν̓, ἐκεῖνον ἐκεῖνον idem: ἐκείνους μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκληροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τὰς κατάρας ἐπὶ τούτων τούτων idem: τούτῳ ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν θεολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν, οὐ θαυμαστέον εἶπεν ὁ ξένος ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ παρʼ οὗ δυνάμεως καὶ τιμῆς εἴληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι. καὶ γὰρ ἡμῶν ὁ μὲν τίς ἐστι Δίιος Δίος idem ὁ δʼ Ἀθηναῖος ὁ δʼ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος· ἀλλʼ ἔνιοι μὲν ὀρθῶς; κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας ἀλλʼ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi