Thesauros Edebiyat biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
24 πρῶτον τοίνυν ἔφην ἐγώ τὰ κωλύοντα ποιεῖν κόσμους ἀπείρους οὐκ ἀπείργει πλείονας ἑνὸς ποιεῖν. καὶ γὰρ οἷόν τʼ οἶόν τʼ X: ὅσον ἔστιν εἶναι καὶ μαντικὴν καὶ πρόνοιαν ἐν πλείοσι κόσμοις, καὶ τὸ μικροτάτην τύχην τὸ μικρότατον τύχῃ Emperius; sed cf. p. 99 a παρεμπίπτειν, τὰ δὲ πλεῖστα καὶ μέγιστα τάξιν λαμβάνειν λαμβάνειν Basileensis: λαμβάνει πρὸς γένεσιν καὶ μεταβολήν, ὧν οὐδὲν ἡ ἀπειρία δέχεσθαι πέφυκεν. ἔπειτα τῷ λόγῳ μᾶλλον ἕπεται τὸ τῷ τὸ τῷ Aldina: τῶ τῶ θεῷ μὴ μονογενῆ μηδʼ ἔρημον εἶναι τὸν κόσμον. ἀγαθὸς γὰρ ὢν τελέως οὐδεμιᾶς ἀρετῆς ἐνδεής ἐστιν, ἥκιστα δὲ τῶν τῶν W: τῷ περὶ δικαιοσύνην καὶ φιλίαν· κάλλισται γὰρ αὗται αὗται Turnebus: αὐτῷ καὶ θεοῖς πρέπουσαι. μάτην δʼ οὐδὲν ἔχειν οὐδʼ ἄχρηστον θεὸς πέφυκεν. εἰσὶν οὖν ἐκτὸς ἕτεροι θεοὶ καὶ κόσμοι, πρὸς οὓς οὓς idem: οἶς χρῆται ταῖς κοινωνικαῖς ἀρεταῖς· οὐ γὰρ πρὸς αὑτὸν οὐδὲ μέρος αὑτοῦ χρῆσίς ἐστι δικαιοσύνης ἢ χάριτος ἢ χρηστότητος ἀλλὰ πρὸς ἄλλους;. ὥστʼ οὐκ εἰκὸς ἄφιλον οὐδʼ ἀγείτονα τόνδʼ οὐδʼ ἄμικτον ἐν ἀπείρῳ κενῷ τὸν κόσμον σαλεύειν· ἐπεὶ καὶ τὴν φύσιν ὁρῶμεν τὰ τὰ add. nescio quis καθʼ ἕκαστα γένεσιν καὶ εἴδεσιν οἷον ἀγγείοις ἀγγείοις ὥσπερ καρποὺς σπέρματι W. Mihi solum σπέρματος suspectum ἢ περικαρπίοις σπέρματος περιέχουσαν. οὐδὲν γὰρ ἐν ἀριθμῷ τῶν ὄντων ἔστιν, ἔστιν] οὔτε τί ἐστιν W οὗ γε μὴ οὗ γε μὴ W: οὐδὲ μὴ λόγος ὑπάρχει κοινός, οὐδὲ τυγχάνει τῆς τοιᾶσδε προσηγορίας ὃ μὴ κοινῶς ποιὸν ποιὸν R: ποῖον ἢ ἢ Madvigius ἰδίως ἐστίν. ὁ δὲ κόσμος οὐ λέγεται κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν Emperius: κοινὸς εἶναι· ποῖος δ’ ὡς ποιός ποιός Madvigius: ποῖος ἐστιν ἐκ διαφορᾶς τῆς πρὸς ἄλλα συγγενῆ καὶ ὁμοειδῆ ἄλλα συγγενῆ καὶ ὁμοειδῆ W: ἄλλας συγγενοὺς καὶ ὁμοειδὴς γεγονὼς τοιοῦτος. εἰ γὰρ οὔτʼ ἄνθρωπος εἷς οὔτʼ ἵππος ἐν τῇ φύσει γέγονεν οὔτʼ ἄστρον οὔτε θεὸς οὔτε δαίμων, τί κωλύει μηδὲ κόσμον ἕνα τὴν φύσιν ἔχειν ἀλλʼ ἢ πλείονας; ὁ γὰρ λέγων, ὅτι καὶ γῆν μίαν ἔχει καὶ θάλατταν, ἐμφανὲς τι παρορᾷ τὸ τῶν ὁμοιομερῶν τήν τε γὰρ γῆν εἰς ὁμώνυμα μέρη καὶ τὴν θάλατταν ὡσαύτως διαιροῦμεν· τοῦ δὲ κόσμου μέρος οὐκέτι κόσμος ἀλλʼ ἐκ διαφόρων φύσεων συνέστηκε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi