26
ἀλλὰ καὶ ταῦτα πιθανῶς μᾶλλον ἢ ἀληθῶς εἴρηται σκόπει δʼ οὕτως ἔφην ἔφην X: ἔφη ὦ φίλε Δημήτριε. τῶν γὰρ σωμάτων τὰ μὲν ἐπὶ τὸ μέσον καὶ κάτω κινεῖσθαι λέγων τὰ δʼ ἀπὸ τοῦ μέσου καὶ ἄνω τὰ δὲ περὶ τὸ μέσον καὶ κύκλῳ, πρὸς τί λαμβάνει τὸ μέσον; οὐ δήπου πρὸς τὸ κενόν· οὐ γὰρ ἔστι κατʼ αὐτόν. καθʼ οὓς δʼ ἔστιν, οὐκ ἔχει μέσον, ὥσπερ οὐδὲ πρῶτον οὐδʼ ἔσχατον πέρατα γὰρ ταῦτα, τὸ δʼ ἄπειρον καὶ ἀπεράτωτον. εἰ δὲ καὶ βιάσαιτό τις αὑτὸν λόγου λόγου Emperius: λόγῳ βίᾳ κενοῦ κενοῦ μέσον W: κινούμενον μέσον ἀπείρου ἀπείρου Emperius: ἄπειρον νοῆσαί νοῆσαι X: τολμῆσαι τι, τι * τίς ἡ πρὸς τοῦτο γιγνομένη τῶν κινήσεων διαφορὰ τοῖς σώμασι; οὔτε γὰρ ἐν τῷ κενῷ δύναμίς ἐστι τῶν σωμάτων οὔτε τὰ σώματα προαίρεσιν ἔχει καὶ ὁρμήν, ἣ τοῦ μέσου γλίχεται καὶ πρὸς τοῦτο συντείνει πανταχόθεν. ἀλλʼ ὁμοίως ὁμοίως Madvigius: ὅμως ἄπορόν ἐστιν ἀψύχων σωμάτων πρὸς ἀσώματον χώραν χώραν M: χωρεῖν καὶ ἀδιάφορον ἢ φορὰν ἐξ αὑτῶν ἢ ὁλκὴν ὑπʼ ἐκείνης γιγνομένην νοῆσαι. λείπεται τοίνυν τὸ μέσον οὐ τοπικῶς ἀλλὰ σωματικῶς λέγεσθαι. τοῦδε γὰρ τοῦ κόσμου μίαν ἐκ πλειόνων σωμάτων καὶ ἀνομοίων ἑνότητα καὶ σύνταξιν ἔχοντος, αἱ διαφοραὶ τὰς κινήσεις ἄλλοις πρὸς ἄλλα ποιοῦσιν ἐξ ἀνάγκης· δῆλον δὲ τῷ μετακοσμούμενα ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν αἱ μὲν γὰρ διακρίσεις ἀπὸ τοῦ μέσου τὴν ὕλην αἰρομένην ἄνω κύκλῳ διανέμουσιν αἱ δὲ συγκρίσεις καὶ πυκνώσεις πιέζουσι κάτω πρὸς τὸ μέσον καὶ συνελαύνουσι.