Thesauros Edebiyat biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
32 καὶ μήνʼ ἔφην ἐγὼ δοκεῖ Θεόδωρος ὁ Σολεὺς οὐ φαύλως μετιέναι τὸν λόγον, ἐξηγούμενος τὰ μαθηματικὰ τοῦ Πλάτωνος. μέτεισι δʼ οὕτως. πυραμὶς καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἃ πρῶτα τίθεται Πλάτων, καλὰ μέν ἐστι πάντα συμμετρίαις λόγων καὶ ἰσότησι, καὶ κρεῖσσον οὐδὲν αὐτῶν οὐδʼ ὅμοιον ἄλλο συνθεῖναι τῇ φύσει καὶ συναρμόσαι λέλειπται. μιᾶς γε μὴν πάντα συστάσεως οὐκ εἴληχεν οὐδʼ ὁμοίαν ἔχει τήν γένεσιν, ἀλλὰ λεπτότατον μέν ἐστι καὶ μικρότατον ἡ πυραμίς, μέγιστον δὲ καὶ πολυμερέστατον τὸ δωδεκάεδρον · τῶν δὲ λειπομένων δυεῖν τοῦ ὀκταέδρου μεῖζον ἢ διπλάσιον πλήθει τριγώνων τὸ εἰκοσάεδρον, διὸ τὴν γένεσιν ἅμα πάντα λαμβάνειν ἐκ τὴν ὕλης ἀδύνατόν ἐστι. τὰ γὰρ λεπτὰ καὶ μικρὰ καὶ ταῖς κατασκευαῖς ἁπλούστερα πρῶτα τῷ κινοῦντι καὶ διαπλάττοντι τὴν ὕλην ὑπακούειν ἀνάγκη καὶ συντελεῖσθαι καὶ προϋφίστασθαι τῶν ἁδρομερῶν καὶ πολυσωμάτων καὶ τὴν σύστασιν ἐργωδεστέραν ἐχόντων, ἐξ ὧν τὸ δωδεκάεδρον. ἕπεται δὲ τούτῳ τὸ μόνον εἶναι σῶμα πρῶτον τὴν πυραμίδα, τῶν δʼ ἄλλων μηδέν, ἀπολειπομένων τῇ φύσει τῆς γενέσεως. ἔστιν οὖν ἴαμα καὶ ταύτης τῆς ἀτοπίας ἡ τῆς ὕλης εἰς πέντε κόσμους διαίρεσις καὶ διάστασις. ὅπου μὲν γὰρ πυραμὶς ʽ ὑπέστησε ὑπέστησε] ὑφέστηκε Emperius γὰρ πρῶτον̓, ὅπου δʼ ὀκτάεδρον, ὅπου δʼ εἰκοσάεδρον. ἐκ δὲ τοῦ προϋποστάντος ἐν ἑκάστῳ ἑκάστῳ Anonymus: ἑκάστῃ τὰ λοιπὰ τὴν γένεσιν ἕξει, κατὰ σύγκρισιν καὶ διάκρισιν καὶ διάκρισιν Turnebus μερῶν εἰς πάντα γιγνομένης πᾶσι μεταβολῆς, ὡς αὐτὸς ὁ Πλάτων Πλάτων] Tim. p. 56 sqq. ὑποδείκνυσι διὰ πάντων σχεδὸν ἐπεξιών ἡμῖν δὲ βραχέως ἀρκέσει μαθεῖν. ἐπεὶ γὰρ ἀὴρ γὰρ ἀὲρ *: γὰρ ἦν μὲν σβεννυμένου πυρὸς ὑφίσταται, καὶ λεπτυνόμενος αὖθις ἐξ αὑτοῦ αὑτοῦ *: αὐτοῦ πῦρ ἀναδίδωσιν, ἐν τοῖς ἑκατέροις ἑκατέρου? σπέρμασι τὰ πάθη δεῖ θεᾶσθαι καὶ τὰς μεταβολάς. σπέρματα δὲ πυρὸς μὲν ἡ πυραμίς, ἐξ εἴκοσι καὶ τεσσάρων πρώτων τριγώνων· τὸ δʼ ὀκτάεδρον ἀέρος ὂν ἀέρος? ἐκ τεσσαράκοντα καὶ ὀκτὼ τῶν αὐτῶν γίγνεται. γίγνεται τοίνυν ἀέρος μὲν ἓν στοιχεῖον, ἐκ δυεῖν πυρὸς lac. 7 litt. in E συγκραθέντων καὶ συστάντων, τὸ δʼ ἀέρος αὖ κερματιζόμενον εἰς δύο πυρὸς διακρίνεται σώματα, συνθλιβόμενον δʼ αὖθις αὑτῷ καὶ συμπῖπτον εἰς ὕδατος ἰδέαν ἄπεισιν. ὥστε πανταχοῦ τὸ προϋφιστάμενον ἀεὶ πᾶσι τοῖς ἄλλοις εὐπόρως παρέχειν τὴν γένεσιν ἐκ τῆς μεταβολῆς· καὶ μὴ μόνον ἓν εἶναι πρῶτον, ἑτέρου δʼ ἐν ἑτέρῳ συστήματι κίνησιν ἀρχηγὸν καὶ προληπτικὴν ἐς γένεσιν ἔχοντος πᾶσι τηρεῖσθαι τὴν ὁμωνυμίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi