37
τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων Πλάτων] Tim. p. 55 c sqq. ἐπὶ τὰ πέντε σχήματα τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, εἰπὼν ὅτι τῇ πέμπτῃ συστάσει ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν· διαζογραφῶν] Patzigius ex Plat. 1. 1. et p. 1003 c: διαγράφων εἶτα τὴν περὶ τοῦ πλήθους τῶν κόσμων ὑποθεὶς ἀπορίαν, πότερον ἕνʼ ἢ πέντʼ αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν. εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν ἐπάγειν - σκοπῶμεν W: ἀπάγειν - σκοπῶν ὅτι ταῖς τῶν σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ αὐτὸς διδάσκει, τὸ διακρινόμενον ἢ συγκρινόμενον ἅμα ἅμα Turnebus: ὄνομα τῆς οὐσίας τῇ ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος. ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός, συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν μένειν ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον ἐνδείκνυται, ἐνδείκνυται Turnebus: ἐκδείκνυται τοῖς ὑπὸ τῶν πλοκάνων ὑπὸ τῶν πλοκάνων Plato Tim. p. 52 e: ἐπὶ τῶν ἐπειγόντων καὶ ὀργάνων τῶν τῶν idem περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις σειομένοις ex eodem Turnebus: ἐγκειμένοις καὶ ἀναλικμωμένοις ὁμοίως λέγων τὰ στοιχεῖα σείοντα τὴν ὕλην ὑπʼ ἐκείνης; τε σειόμενα, προσχωρεῖν ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν ἄλλα ἴσχειν idem ex eodem: ἄλλας οἱ πρὶν ἐξ αὐτῶν γενέσθαι τὸ πᾶν διακοσμηθέν οὕτως οὖν οὖν] τοίνυν Duebnerus τῆς ὕλης ἐχούσης ὡς ἔχειν τὸ πᾶν εἰκός, οὗ θεὸς οὗ θεὸς W ex Platone: εὐθέως ἄπεστιν, εὐθὺς αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο χωρίς, οὐ παντάπασιν οὐδʼ εἰλικρινῶς ἀποκρινόμεναι, διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς ἐπικρατοῦσι παρὰ παρὰ] κατὰ X φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν, τὴν μὲν οὐ καθαροῦ πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δʼ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλʼ αἰθεροειδῆ, τὴν δʼ οὐ γῆς αὐτῆς καθʼ ἑαυτὴν ἀλλὰ γεοειδῆ· μάλιστα δὲ καὶ τὴν ἀέρος κοίνωσιν τὴν ὕδατος διὰ τὸ πολλῶν, ὥσπερ εἴρηται, τῶν ἄλλων φύλων φύλων Huttenus: φύλλων ἀναπεπλησμένʼ ἀναπεπλησμένα Turnebus: ἀναπεπλησμένων ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε τὴν οὐσίαν, ἀλλʼ ὑπʼ αὐτῆς διεστῶσαν αὐτὴν καὶ φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν, ἔταξε καὶ συνήρμοσε διʼ ἀναλογίας καὶ μεσότητος· εἶθʼ ἑκάστῃ λόγον ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα, κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω χάριτι διʼ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν, δὲ πλείονας μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλʼ ὡρισμένους πλήθει τιθεμένην δόξαν, οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ φύσει τῆς ὕλης σκεδαστὸν καὶ μεριστὸν ὁρῶν οὔτʼ ἐφʼ ἑνὸς μένον οὔτʼ εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν ἐώμενον. εἰ δʼ ἀλλαχόθι που κἀνταῦθα κἀνταῦθα X: κἂν τῆς Ἀκαδημείας Ἀκαδημείας *: ἀκαδημίας ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν, καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ, τῷ περὶ τῆς ἀπειρίας λόγῳ, μόνον διασῴζωμεν.