Thesauros Edebiyat biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
41 ἅμα δʼ ἄν τις οὐκ ἀλόγως καὶ ξηρότητα φαίη μετὰ τῆς θερμότητος ἐγγιγνομένην λεπτύνειν τὸ πνεῦμα καὶ ποιεῖν αἰθερῶδες καὶ καθαρόν· αὕη γάρ αὕη γὰρ R: αὕτη γὰρ ξηρὰ ψυχή καθʼ Ἡράκλειτον. Ἡρακλειτον Bywater p. 30 ὑγρότης δʼ οὐ μόνον ὄψιν ἀμβλύνει καὶ ἀκοήν, ἀλλὰ καὶ κατόπτρων θιγοῦσα θίγουσα codd. mei καὶ μιχθεῖσα μιχθεῖσα Emperius: μίχος καὶ πρὸς ἀέρα ἀέρα idem: ἀέρας ἀφαιρεῖ τὴν λαμπρότητα καὶ τὸ φέγγος. τοὐναντίον πάλιν αὖ περιψύξει τινὶ καὶ πυκνώσει τοῦ πνεύματος οἷον βαφῇ σιδήρου τὸ προγνωστικὸν μόριον ἐντείνεσθαι ἐντείνεσθαι W: ἐγγίνεσθαι καὶ στομοῦσθαι τῆς ψυχῆς οὐκ ἀδύνατόν ἐστι. καὶ μὴν ὡς κασσίτερος μανὸν ὄντα καὶ πολύπορον τὸν χαλκὸν ἐντακεὶς ἅμα μὲν ἔσφιγξε καὶ κατεπύκνωσεν ἅμα δὲ λαμπρότερον ἀπέδειξε καὶ καθαρώτερον, οὕτως οὐδὲν ἀπέχει τὴν μαντικὴν ἀναθυμίασιν οἰκεῖόν τι ταῖς ψυχαῖς καὶ συγγενὲς ἔχουσαν ἀναπληροῦν τὰ μανὰ καὶ συνέχειν ἐναρμόττουσαν. ἄλλα γὰρ ἄλλοις οἰκεῖα καὶ πρόσφορα, καθάπερ τῆς μὲν πορφύρας ὁ κύαμος τῆς δὲ κρόκου κρόκου W: κόκκου τὸ νίτρον δοκεῖ τὴν βαφὴν ἄγειν ἄγειν] αὔξειν W μεμιγμένον βύσσῳ δὲ γλαυκῇ γλαυκῇ Karstenus: γλαυκῆς κόκκου κόκκου X: κρόκου καταμίσγεται καταμίσγεται] add. ἄνθος X ὡς Ἐμπεδοκλῆς Ἐμπεδοκλῆς] Mullach. 1 p. 10 εἴρηκε. περὶ δὲ τοῦ Κύδνου καὶ τῆς ἱερᾶς τοῦ Ἀπόλλωνος ἐν Ταρσῷ μαχαίρας, ὦ φίλε Δημήτριε, σοῦ λέγοντος ἠκούομεν, ὡς ὁ Κύδνος ἄλλο ἐκκαθαίρει σίδηρον ἐκεῖνον οὔθʼ ὕδωρ ἄλλο τὴν μάχαιραν ἢ ἐκεῖνο· ὡς ὁ Κύδνος μᾶλλον - - ἢ ἐκεῖνο] corrigenda vid. ita: ὡς οὐχ ὕδωρ ἄλλο (= ὁ Κύδνος) μᾶλλον ἐκκαθαίρει σίδηρον ἐκείνου (=τὴν μάχαιραν ἢ ἐκεῖνο), ceteris ut glossematis deletis καθάπερ ἐν Ὀλυμπίᾳ τὴν τέφραν προσπλάττουσι τῷ βωμῷ καὶ περιπηγνύουσιν ἐκ τοῦ Ἀλφειοῦ παραχέοντες ὕδωρ, ἑτέρων δὲ πειρώμενοι ποταμῶν ἑτέρων - ποταμῶν Schellensius: ἑτέρῳ - ποταμῷ οὐδενὶ δύνανται συναγαγεῖν οὐδὲ κολλῆσαι τὴν τέφραν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi