7
ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, εὐθὺς ἀναπηδήσας ὁ· κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν ἰοὺ ἰού, δύσκριτον πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἣκετε κομίζοντες ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης; μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος, Ἡσίοδος] OD 199 Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν, ἀλλὰ καὶ πρόνοια θεῶν συσκευασαμένη τὰ χρηστήρια πανταχόθεν οἴχεται. τοὐναντίον δʼ ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι, πῶς οὐχὶ καὶ τότʼ τότʼ] τόδε Madvigius ἀπείρηκεν οὐδʼ Ἡρακλῆς αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ θεῷ προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους, ὅταν πρὸς τοὺς θεοὺς βαδίζωσιν· οὕτως ἄρʼ ἃ ἄρ’ ἃ *: ἄρα καλῶς εἶχεν, ἀνθρώπου πρεσβυτέρου παρόντος, ἀρνεῖσθαι καὶ ἀποκρύπτειν νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν. ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν, ὃ θʼ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος, κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν παῦʼ ἔφην ὦ φίλε Πλανητιάδη, παροξύνων τὸν θεόν· εὐόργητος γάρ ἐστι καὶ πρᾶος κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν ὥς φησιν ὁ Πίνδαρος. Πίνδαρος] Bergk. 1 p. 433 καὶ εἴθʼ ἥλιός ἐστιν εἴτε κύριος; ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός, οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, οἷς αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν· οὐδʼ ἅμα τὴν πρόνοιαν, ὥσπερ εὐγνώμονα μητέρα καὶ χρηστήν, πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν μόνῃ μνησίκακον εἶναι τῇ μαντικῇ, καὶ ταύτην ἀφαιρεῖσθαι δοῦσαν ἐξ ἀρχῆς· ὥσπερ οὐχὶ καὶ τότε πλειόνων ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν, ὅτε πολλαχόθεν τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος, ἑτέραν τινὰ μεθʼ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν χρηστηρίων. τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον ἐγὼ μὲν οὖν ταῦτʼ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην.