19
καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου Μενάνδρου] Kock. 3 p. 103 πεφρίκασιν οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι, ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν, καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηδὲν ἀντιτεινούσαις. ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι, ἀλλʼ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ ποιήσω, οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω τοῦτο γὰρ ἐφʼ ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν. ὥσπερ αὖ τοὐναντίον ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος, Eur. Or. 396 οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει. τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν αὐτὸς ἐνεργάζεται ἐνεργάζεται Madvigius: ἐργάζεται δακνομένης σὺν αἰσχύνῃ τῆς ψυχῆς καὶ κολαζομένης ὑφʼ αὑτῆς, ὡς γὰρ οἱ ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα ταὐτὰ Stobaeus 25, 15: ταῦτα πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους; μᾶλλον ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας· τὸ δὲ οὔ τις ἐμοὶ τῶν τῶν] τῶνδʼ Schnebiderus Callimacho versum vindicans ἄλλος ἐπαίτιος, ἀλλʼ ἐγὼ αὐτός cf. Hom. A 335. Soph. O R 379 ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ, βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν. ὅθεν οὔτε οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτʼ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς οὐ λόγου χάρις οὐ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον· ἀφʼ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς Πινδαρικῆς] Bergk. 1 p. 452 γηροτρόφου ἐλπίδος. οὐ γάρ αἱ μὲν λιβανωτρίδες ὡς ἔλεγε Καρνεάδης κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος; αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφʼ ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων καὶ λοιδορούντων τὸν βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον.