Thesauros Edebiyat biography Περὶ εὐθυμίας

Περὶ εὐθυμίας

Περὶ εὐθυμίας Plutarch
3 τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος Μένανδρος] Kock. 3 p. 79 ὑπομιμνήσκει λέγων ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα ὕπνον καθεύδειν εἶτα προσδιελθών, ὡς καὶ τοὺς πλουσίους ἑώρα ταὐτὰ πάσχοντας τοῖς πένησιν, ἆρʼ ἐστί φησὶ συγγενές τι λύπη καὶ βίος; τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ. ἀλλʼ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι, τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες ἑαυτοῖς· οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα· ταῦτα δʼ ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδʼ ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς· ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι, καὶ παρελθόντες εὐθὺς βαρύνονται. δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο· Eurip. Or. 232 καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον, φίλων δʼ ὃ τʼ ἐλθὼν λυπρὸς λυπρός Grotius: λυπηρός ὃ τʼ ἀπιὼν βαρύς Nauck. p. 743 ὡς ὁ Ἴων φησίν. εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης, ἦλθεν ἡ ὑγίεια ὑγίεια *: ὑγεία φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων, τήμερον αὐτόπυρον ἐπʼ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi