18
εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις σκοποῖ σκοποῖ *: σκοπεῖ καὶ ἀναλαμβάνοι, παύσαιτʼ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν. ἐμὲ δὲ κἀκεῖνος ὁ οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κρατεῖν προαιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων ὁ ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κληθῆναι, καὶ παρεσκευάσατο λαμπρὰν ὡς εἰκὸς ἑστίασιν. ἐνστάσης δὲ τῆς ὥρας, οἱ μὲν ἄλλοι παρῆσαν ὁ δὲ Κλώδιος; προσεδοκᾶτο· καὶ πολλάκις ἔπεμψε τὸν εἰωθότα καλεῖν οἰκέτην, ἐποψόμενον εἰ πρόσεισιν. ὡς δʼ ἦν ἑσπέρα καὶ ἀπέγνωστο τί δʼ; ἔφη πρὸς τὸν οἰκέτην ἐκάλεσας αὐτόν; ἔγωγʼ εἶπε. διὰ οὖν οὐκ ἀφῖκται; κἀκεῖνος ὅτι ἠρνήσατο. πῶς οὖν οὐκ εὐθὺς ἔφρασας; ὅτι τοῦτὸ μʼ οὐκ ἠρώτησας. οὕτω μὲν Ῥωμαϊκὸς οἰκέτης, ὁ δʼ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις. Kock. 3 p. 473. cf. p. 518 f. οὕτω μέγα πρὸς πάνθʼ ὁ ἐθισμός ἐστι, καὶ περὶ τούτου γʼ ἤδη λέγωμεν.