19
οὐ γὰρ ἔστιν ὡς χαλινῶν ἐφαψαμένους ἐπισχεῖν τὸν ἀδολέσχην, ἀλλʼ ἔθει δεῖ κρατῆσαι τοῦ νοσήματος. πρῶτον μὲν οὖν ἐν ταῖς τῶν πέλας ἐρωτήσεσι σαυτὸν ἔθιζε σιωπᾶν, μέχρι οὗ πάντες ἀπείπωνται τὴν ἀπόκρισιν · οὐ γάρ τι βουλῆς ταὐτὸ καὶ δρόμου τέλος Nauck. p. 312 ὥς φησι Σοφοκλῆς, οὐδέ γε φωνῆς καὶ ἀποκρίσεως ἀλλʼ ἐκεῖ μὲν ἡ νίκη τοῦ φθάσαντός ἐστιν, ἐνταῦθα δέ, ἐὰν μὲν ἱκανῶς ἕτερος ἀποκρίνηται, καλῶς ἔχει; συνεπαινέσαντα καὶ συνεπιφήσαντα δόξαν εὐμενοῦς ἀνθρώπου λαβεῖν· ἐὰν δὲ μή, τότε καὶ διδάξαι τὸ ἠγνοημένον καὶ ἀναπληρῶσαι τὸ ἐλλεῖπον, ἀνεπίφθονον καὶ οὐκ ἄκαιρόν ἐστι;. μάλιστα δὲ φυλάττωμεν ἑαυτούς, ὅπως μὴ ἑτέρου τινὸς ἐρωτηθέντος αὐτοὶ προλαμβάνωμεν ὑποφθάνοντες τὴν ἀπόκρισιν. ἴσως μὲν γὰρ οὐδʼ ἄλλο τι ἄλλο τι] ἄλλοθι Duebnerus καλῶς ἔχον ἐστίν, αἰτηθέντος ἑτέρου, παρωσαμένους ἐκεῖνον αὐτοὺς; ἐπαγγέλλεσθαι· δόξομεν γὰρ ἅμα καὶ τοῦτον ὡς παρασχεῖν ὃ αἰτεῖται μὴ δυνάμενον, κἀκεῖνον ὡς αἰτεῖν παρʼ ὧν δύναται λαβεῖν οὐκ ἐπιστάμενον, ὀνειδίζειν μάλιστα δʼ ὕβριν φέρει περὶ τὰς ἀποκρίσεις ἡ τοιαύτη προπέτεια καὶ θρασύτης· συνεμφαίνει γὰρ ὁ φθάνων ἐν τῷ ἀποκρίνασθαι τὸν ἐρωτώμενον τὸ τί τούτου δέῃ; καὶ ʽτί οὗτος οἶδε; κἀμοῦ παρόντος, περὶ τούτων οὐδένα δεῖ ἄλλον ἐρωτᾶν καίτοι πολλάκις τινὰς ἐρωτῶμεν οὐ τοῦ λόγου δεόμενοι, φωνὴν δέ τινα καὶ φιλοφροσύνην ἐκκαλούμενοι παρʼ αὐτῶν, καὶ προαγαγεῖν εἰς ὁμιλίαν ἐθέλοντες, ὡς Σωκράτης Θεαίτητον καὶ Χαρμίδην. ὅμοιον οὖν τῷ τὸν ὑφʼ ἑτέρου βουλόμενον φιληθῆναι προδραμόντα προδραμόντα R praeter necessitatem φιλεῖν αὐτὸν ἢ τὸν ἑτέρῳ προσβλέποντα μεταστρέφειν εἰς ἑαυτὸν τὸ προλαμβάνειν τὰς ἀποκρίσεις καὶ τὰ ὦτα μετάγειν, καὶ τὴν διάνοιαν ἕλκειν καὶ ἀποστρέφειν πρὸς ἑαυτόν· ὅπου, κἂν ἀπείπηται τὸν λόγον ὁ αἰτηθείς, ἐπισχόντα καλῶς ἔχει καὶ πρὸς τὸ βουλόμενον τοῦ ἐρωτῶντος ἁρμοσάμενον ὡς ἐπὶ κλῆσιν ἀλλοτρίαν τὴν ἀπόκρισιν, αἰδημόνως καὶ κοσμίως ἀπαντᾶν, καὶ γὰρ οἱ μὲν ἐρωτηθέντες, ἂν σφαλῶσιν ἐν τῷ ἀποκρίνεσθαι, συγγνώμης δικαίας τυγχάνουσιν· ὁ δʼ αὐθαιρέτως ὑφιστάμενος καὶ προλαμβάνων τὸν λόγον ἀηδὴς μέν ἐστι καὶ κατορθῶν, διαμαρτάνων δὲ παντάπασιν ἐπίχαρτος γίγνεται καὶ καταγέλαστος.