Thesauros Edebiyat biography Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας Plutarch
3 καίτοι γʼ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵνʼ, ἐὰν ἐντὸς κατατείνοντος ἡνία σιγαλόενταHom. E 226. 328 passim τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδʼ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες. ἀχαλίνων γὰρ οὐ ταμιείων οὐδʼ οἰκημάτων ἀλλὰ ʽ στομάτων τὸ τέλος δυστυχίαν ὁ Εὐριπίδης Εὐριπίδης] Bacch. 386 φησίν. οἱ δʼ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δʼ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ ὥσπερ] καὶ ὥσπερ Stegmannus τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι, πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν. ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτʼ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δʼ οἱ λάλοι, κἂν ἀληθεύωσιν. ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi