Thesauros Edebiyat biography Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης Plutarch
8 οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται· μή τι καινόν; οὐ γὰρ ἦς πρωῒ κατʼ ἀγοράν; τί οὖν; ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι; οὐ μὴν ἀλλʼ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καὶκαὶ] om. codd. mei καταφιλήσας ἕστηκεν ἀκροώμενος. ἐὰν δʼ ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινὸν, ὥσπερ ἀχθόμενος τί λέγεις; φησὶν οὐ γέγονας κατʼ ἀγοράν; οὐ παρελήλυθας τὸ στρατήγιον; οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας; διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες, ἐπεί τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε μή τι καινόν, ἐζημίωσαν αὐτόν. ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δʼ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵνʼ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας. ἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς· ἥ τε πολυπραγμοσύνη παράλυσίς ἐστι καὶ φθορὰφθορὰ] φώρασις R. latere mihi vid. vox φώρα, quae Hesychio teste ἔρευνα est καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi