Thesauros Edebiyat biography Περὶ δυσωπίας

Περὶ δυσωπίας

Περὶ δυσωπίας Plutarch
18 ἀλλʼ ἔοικεν ἡ τῆς ψυχῆς ἀτονία σώματος κράσει καὶ πρὸς ἀλέαν κακῶς πεφυκυίᾳ καὶ πρὸς κρύος· ἐπαινούμενοί τε γὰρ ὑπὸ τῶν δυσωπούντων παντάπασι θρύπτονται καὶ χαλῶνται, πρός τε τὰς μέμψεις καὶ ὑφοράσεις τῶν ἀποτυγχανόντων ψοφοδεῶς καὶ δειλῶς ἔχουσι. δεῖ δʼ ἀντισχυρίζεσθαι πρὸς· ἀμφότερα, μήτε τοῖς δεδιττομένοις μήτε τοῖς κολακεύουσιν ἐνδιδόντας. ὁ μὲν οὖν Θουκυδίδης, Θουκυδίδης] 2, 64 ὡς ἀναγκαίως ἑπομένου τῷ δύνασθαι τοῦ φθονεῖσθαι, καλῶς φησὶ βουλεύεσθαι τὸν ἐπὶ· μεγίστοις λαμβάνοντα τὸ ἐπίφθονον· ἡμεῖς δὲ τὸν μὲν φθόνον διαφεύγειν οὐ οὐ] del. primus Erasmus, male χαλεπὸν ἡγούμενοι, τὸ· δὲ μέμψει μὴ περιπεσεῖν μηδὲ λυπηρόν τινι γενέσθαι τῶν χρωμένων ἀδύνατον παντάπασιν ὁρῶντες, ὀρθῶς βουλευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν. καὶ μὴν ἔπαινόν γε τὸν παρὰ τῶν δυσωπούντων κίβδηλον ὄντα παντάπασι δεῖ φυλάττεσθαι, καὶ μὴ πάθος πάσχειν ὑῶδες, ὑπὸ κνησμοῦ καὶ γαργαλισμοῦ παρέχοντα χρῆσθαι ῥᾷστα τῷ δεομένῳ καὶ καταβάλλειν ἑαυτὸν ὑποκατακλινόμενον. οὐδὲν γὰρ διαφέρουσι τῶν τὰ σκέλη τοῖς ὑποσπῶσι παρεχόντων οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες, ἀλλʼ αἴσχιον ἀνατρέπονται καὶ πίπτουσιν, οἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς, ἵνʼ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ συμπαθεῖς κληθῶσιν οἱ δὲ τοὐναντίον ἀπεχθείας καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδʼ ἀκινδύνους ἀναδέξασθαι πεισθέντες ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ Δία στόματα καὶ φωνὰς προσαγορευόντων. διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν, ἀπὸ τῶν ὤτων ῥᾳδίως μεταφερομένοις. ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέγειν ἐν τῷ περιπάτῳ περὶ Στίλπωνος τοῦ Μεγαρέως· εἰπόντος δέ τινος τῶν παρόντων ἀλλὰ μὴν ἐκεῖνός σε πρῴην ἐπῄνει, νὴ Δία φάναι· βέλτιστος γὰρ ἀνδρῶν ἐστι καὶ γενναιότατος. ἀλλὰ Μενέδημος τοὐναντίον, ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις ἐγὼ δʼ εἶπεν ἀεὶ ψέγω Ἀλεξῖνον· ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν, ἢ ὑπὸ χρηστοῦ ψεγόμενος. οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι αὐτούς· αὐτοὺς ἐπαινοῦντι Benselerus; deleverim αὐτούς τοῦτο δʼ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδʼ ἀντικολακεύειν τοὺς ἐπαινοῦντας. ἀρκεῖ γὰρ οἶμαι τὸ τοῦ Πινδάρου, Πινδάρου] σπινδάρου codex D, unde fort. Σπινθάρου πρὸς τὸν λέγοντα πανταχοῦ καὶ πρὸς πάντας ἐπαινεῖν αὐτὸν εἰπόντος κἀγώ σοι χάριν ἀποδίδωμι· ποιῶ γάρ σʼ ἀληθεύειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi